Ἀπολυτίκιον
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Ω῾ς Πηγὴ Ζωοδόχος, Θεοτόκε Πανύμνητε, χύδην ἀναβλύζεις θαυμάτων, τὰ ζωήῤῥυτα νάματα, ξηραίνουσα τὰς νόσους τῆς σαρκός, καὶ πάθη ἀποπλύνουσα ψυχῆς, τῶν ἐν πίστει προστρεχόντων τῷ σῷ Ναῷ, καὶ πόθῳ σοι ἐκβοώντων· Δόξα τῇ εὐσπλαγχνίᾳ σου Ἁγνή, δόξα τοῖς θαυμασίοις σου, δόξα τῇ θαυμαστῇ σου πρὸς ἡμᾶς, Παρθένε χρηστότητι.
Έτερον Ἀπολυτίκιον
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τὴν Εἰκόνα σου πόθῳ, κατασπαζόμεθα, ἣν ἐφανέρωσας πάλαι, δι᾿ εὐσπλαγχνίαν πολλήν, τὴν ὀδύνην τῶν λεπρῶν ἐπικουφίζουσα, καὶ μητρικῶν σου δωρεῶν, τὰς ἐκφάνσεις ἐξ αὐτῆς, λαμβάνοντες ἐκβοῶμεν· Χαῖρε Παρθένε Θεοκυῆτορ, Φανερωμένη ἡ προστάτις ἡμῶν.
Κοντάκιον
Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Η῾ Εἰκών σου σήμερον, ὑπὲρ ἡλίου ἀκτίνας, μυστικῶς ἐκλάμπουσα, τῆς χάριτός σου τῇ αἴγλῃ, πρόσωπα, καταφαιδρύνει καὶ τὰς καρδίας, Ἄχραντε Φανερωμένη τῶν προσιόντων· διὰ τοῦτό σε ὑμνοῦμεν, χαῖρε βοῶντες, Μῆτερ Χριστοῦ τοῦ Θεοῦ.
Έτερον Κοντάκιον
Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ε᾿ξ ἀκενώτου σου Πηγῆς Θεοχαρίτωτε, ἐπιβραβεύεις μοι πηγάζουσα τὰ νάματα, ἀενάως τῆς σῆς χάριτος ὑπὲρ λόγον· τὸν γὰρ Λόγον ὡς τεκοῦσα ὑπὲρ ἔννοιαν, ἱκετεύω σε δροσίζειν με σῇ χάριτι, ἵνα κράζω σοι· Χαῖρε ὕδωρ σωτήριον.
Μεγαλυνάριον
Βλύζει ἡ Πηγή σου ὕδωρ ζωῆς, τοῖς προσερχομένοις, μετὰ πίστεως ἀκραιφνοῦς, καὶ πάθη ἐκπλύνει, ψυχῶν τε καὶ σωμάτων· διὸ Θεοκυῆτορ, σὲ μακαρίζομεν.
Έτερον Μεγαλυνάριον
Τὴν τιμιωτέραν τῶν Χερουβίμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφίμ, σὲ Φανερωμένη, Παρθένε ἀνυμνοῦμεν, τὴν θείαν σου Εἰκόνα, κατασπαζόμενοι.
Ὁ Οἶκος
῎Αχραντε Θεοτόκε, ἡ τεκοῦσα ἀῤῥήτως, Πατρὸς τὸν προαιώνιον Λόγον, πλάτυνόν μου τὸ στόμα Σεμνή, συνεισφέρουσά με πρὸς τὸν σὸν ἔπαινον, ὡς ἂν ἀνευφημήσω σε, κραυγάζων τῇ Πηγῇ σου ταῦτα·
Χαῖρε, πηγὴ χαρμονῆς ἀλλήκτου·
χαῖρε, ῥοὴ καλλονῆς ἀῤῥήτου.
Χαῖρε, νοσημάτων παντοίων κατάλυσις·
χαῖρε, παθημάτων ποικίλων κατάκλυσις.
Χαῖρε, ῥεῖθρον διειδέστατον, ὑγιάζον τοὺς πιστούς·
χαῖρε, ὕδωρ χαριέστατον, τοῖς νοσοῦσι πολλαπλῶς.
Χαῖρε, νᾶμα σοφίας, ἀγνωσίαν ἐξαῖρον·
χαῖρε, κρᾶμα καρδίας, ἀμβροσίαν προῤῥέον.
Χαῖρε, κρατὴρ τοῦ μάννα ζωήῤῥυτε·
χαῖρε, λουτὴρ καὶ νέκταρ θεόῤῥευστε.
Χαῖρε, πορθμὸν ἀσθενείας δεικνῦσα·
χαῖρε, φλογμὸν ἀῤῥωστίας σβεννῦσα.
Χαῖρε, ὕδωρ σωτήριον.
Κάθισμα
Ἦχος α΄. Τὸν τάφον σου.
Μετὰ τὸν Πολυέλεον
Προσέλθωμεν πιστοί, τῇ Πηγῇ τῆς Παρθένου, καὶ ὕδωρ ζωηρόν, ἐξ αὐτῆς ἀπαντλοῦντες, ψυχῶν εἰς περιποίησιν, εὐλαβῶς ἐκβοήσωμεν· Χαῖρε Ἄχραντε, ἡ ἰατρὸς τῶν νοσούντων· χαῖρε Δέσποινα, τῶν ἀσθενούντων ἡ ῥῶσις, καὶ πάντων ἀντίληψις.
Έτερον Κάθισμα
Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τὴν ἀένναον κρήνην καὶ ζωηράν, τὴν πηγάζουσαν ῥεῖθρα θείαν Πηγήν, συμφώνως αἰνέσωμεν, οἱ τὴν χάριν αἰτούμενοι· καθ᾿ ἑκάστην βρύει, καὶ γὰρ τὰ ἰάματα, ὡς ποταμῶν τὰ ῥεύματα, δεικνῦσα ἐλάχιστα. Ὅθεν κατὰ χρέος, προσιόντες ἐν πόθῳ, πιστῶς ἀρυσώμεθα, ἐκ Πηγῆς ἀνεξάντλητον, ῥῶσιν ὄντως ἀθάνατον, δροσίζουσαν σαφῶς τῶν πιστῶν, τὰς καρδίας καὶ χείλεσι κράξωμεν· Σὺ εἶ Θεόνυμφε πάντων, πιστῶν παραμύθιον.