Ἀπολυτίκιον
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τσιοτίου τὸν γόνον καὶ Τρικκαίων τὸ καυχημα, μονῆς Μετεώρου τὸ κλέος, καὶ Ἑλλάδος τὸ σέμνωμα, Δανιὴλ εὐφημήσωμεν πιστοί, τὸν μέγαν τοῦ Σωτῆρος ἀθλητήν, τὸν παρέχοντα ἰάσεις παντοδαπάς, τοῖς πίστει ἀνακράζουσι· Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ δωρήσαντι ἡμῖν, τὴν πάντιμον κάραν σου.
Κοντάκιον
Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ὡς ἀστὴρ ἀνέτειλας ἐκ Τσιοτίου, καὶ πιστοὺς ἐδίδαξας διὰ τοῦ βίου σου σοφέ, ὑπομονὴν καὶ ἐγκράτειαν. Χαίροις θεόφρον, Δανιὴλ μακάριε.
Μεγαλυνάριον
Χαίροις Ἐκκλησίας ὁ ἀριστεύς, χαίροις Τσιοτίου ὁ ἀκοίμητος ὀφθαλμός. Χαίροις Μετεώρων, ἀγλάϊσμα τὸ θεῖον. Ὦ! Δανιὴλ παμμάκαρ, πιστῶν τὸ στήριγμα.
Ὁ Οἶκος
Ὁ χορὸς τῶν πιστῶν συναγάλλεται, Δανιὴλ τὴν μνήμην γεραίροντες. Μοναχοὶ Θετταλοί, πανέλληνες καὶ Ὀρθόδοξοι, πτωχοὶ καὶ ἀυτόχθονες, ἐπὶ τῷ βράχῳ τῷ ὑψηλῷ πάντες δράμετε· ἡ σεπτὴ γὰρ αὐτοῦ κάρα νέμει ἰάσεις, καὶ πιστῶς οἱ λαοὶ ἀπαρύονται, καὶ Θεὸν ἀνυμνοῦσι τρανῶς βοῶντες· χαίροις θεόφρον, Δανιὴλ μακάριε.
Κάθισμα
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τοὺς ἀγώνας σου Πάτερ, καὶ κατορθώματα τῶν Ὀρθοδόξων τὰ πλήθη τιμῶσιν σήμερον καὶ ἀγγέλων οἱ χοροὶ τούτους ἐθαύμασαν καὶ τῶν ὁσίων ἡ πληθὺς κατεπλάγη ἀγαθέ, διό σοι βοῶμεν πάντες · Μάκαρ, Ὅσιε Δανιήλ, ῥῦσαι ἐκ κινδύνων χαλεπῶν ἅπαντας.