Ἀπολυτίκιον
Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.
Τὴν ἔνδοξον χορείαν, Κρητῶν Ἁγίων πάντων, ἥνπερ ἀενάοις πλουτίζει, Τριὰς ἡ Παναγὶα, ἐκ νέων ποικίλων Ἀθλητῶν, ὑμνήσωμεν οἱ πάντες εὐλαβῶς, προσκυνοῦντες τὸν Πατέρα καὶ τὸν Υἱον, σὺν Πνεύματι, τῷ Ἁγίῳ. Δόξα σοι παντευλόγητε Τριάς, δόξα ἑν τοῖς Ἁγίοις σου, ὅτι διὰ πρεσβειών αὐτῶν, ἡμεῖς σῳζώμεθα.
Έτερον Ἀπολυτίκιον
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τοὺς ἐν Κρήτῃ Ἁγίους, ἐγκωμίοις ὑμνήσωμeν, Θείους Ἁποστόλους Ὁσὶους, Ἱεράρχας καὶ Μάρτυρας, ἀνδρῶν καὶ γυναικῶν τε τοὺς χοροὺς, τοὺς θαύμασι ἀεὶ καὶ ἀρεταῖς, ὡς τῆς πίστεως φωστῆρας ἀειλαμπεῖς, τὴν νῆσον ἐκλαμπρὺνοντας. Δόξα τῷ ἁγιάσαντι αὐτούς, δόξα τῷ θαυμαστώσαντι, δόξα τῷ βεβαιοῦντι δι’ αὐτῶν, πίστιν τὴν ὀρθόδοξον.
(Ποιηθέν υπό Ἐμμανουήλ Ἱερὲως).
Έτερον Ἀπολυτίκιον
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τῆς φυτείας τοῦ Τίτου, ᾱνθη τὰ εὔοσμα, Εὐαγγελίου τοῦ λόγου, τοὺς ἀμαράντους βλαστούς, ἀρετῶν τῶν ἐν Χριστῷ, τοὺς Θείους βότρυας. τοὺς ἀποστάζοντας ἡμῖν, ἀληθείας γλυκασμὸν, τοὺς ἐν τῇ Κρήτῃ Ἁγίους, εὐφημήσωμεν τὴν Τριάδα, δοξολογοῦντες τὴν Ἁγίαν πιστῶς.
(Ποιηθέν υπό Κυρίλλου Ἱερομονάχου).
Κοντάκιον
Ἦχος πλ. δ’. Ὡς ἀπαρχάς τῆς φύσεως.
Ὥσπερ λειμῶνα πάντερπνoν, τῶν δωρεῶν τοῦ Πνεύματος, ἡ Ἐκκλησία τῆς Κρήτης κατέχουσα, τοὺς ἐν αὐτῇ ἐκλάμψαντας, θεοφόρους Ἁγίους, τῇ Συνάξει αὐτῶν σεμνῶς ἐπαγάλλεῖαι, Τριάδι τῇ Ἀγίᾳ, κραυγάζουσα· Ἀλληλούϊα.
(Ποιηθέν υπό Εὐαγγέλου Ἱερέως).
Έτερον Κοντάκιον
Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Εὐαγγελίου τοὺς καρποὺς ἀνευφημήσωμεν, Κρητῶν Ἁγίων τὸν χορὸν τὸν Οεοσύστατον, ὡς γεώργια τοῦ Τίτου τοῦ ἀρχιθρόνου· παῤῥησίαν γὰρ πλουτοῦντες διασῴζουσι, ἀπὸ πάσης συμφορᾶς καὶ περιστάσεως, τοὺς κραυγάζοντας· χαίροις τίμιον ἄθροισμα.
Μεγαλυνάριον
Χαἱροις συστοιχία πανευκλεής, σύναψις ὀλβία. θεηγόρος παρεμβολή, ἓνωσις ἁγία, λαμπρᾷ ἐν ἁρμονίᾳ, Ἁγίων οὓς ἠ νῆσος, Κρητῶν ἐξέθρεψε.
(Ποιηθέν υπό Κυρίλλου Ἱερομονάχου).
Έτερον Μεγαλυνάριον
Τοὺς ἐν Κρήτῃ πάντας ὑπὲρ Χριστοῦ, πολιτευσαμένους, πολυτρόπως δι’ ἀρετῆς, εἰς μίαν χορείαν, συνάψαντες συμφώνως, δεῦτε πιστοὶ ἐν ὕμνοις, πόθῳ τιμήσωμεν.
(Ποιηθέν υπό Κυρίλλου Ἱερομονάχου).
Έτερον Μεγαλυνάριον
Χαἰροις τῶν Ἁγίων Κρήτης χορός, θείων Ἀποοτόλων, Ἱερέων Ἱεραρχῶν, Μαρτύρων Ὁσίων, γνωστῶν τε καὶ ἀγνώστων μὴ παύσησθε Κυρίῳ, ἀεὶ πρεσβεὐοντες.
(Ποιηθέν υπό Εὐαγγέλου Ἱερέως).
Έτερον Μεγαλυνάριον
Ἡ νῆσος σεμνύνεται τῶν Κρητῶν, ἐπὶ τῇ Συνάξει, τῶν Ἁγίων τῶν εὐκλεῶς, ἐν αὐτῇ ἀγῶσι, ποικίλοις δοξασθέντων, καὶ δόξης μετεχόντων, Κυρίου πάντοτε.
(Ποιηθέν υπό Εὐαγγέλου Ἱερέως).
Ὁ Οἶκος
Ἅπαντες οἱ τῆς Κρήτης, παροικοῦντες τὴν νῆσον, τιμήσωμεν Ἁγίων τὸν δῆμον, τοὺς ἐνταῦθα Χριστὸν τὸν Θεόν, ἐν διαφόροις καιροῖς μεγαλύναντας, ὁμοφροσύνῃ πίστεως, καὶ πρὸς αὐτοὺς εἴπωμεν ταῦτα·
Χαῖρε Ἁγίων ἡ συνοδεἱα·
χαῖρε Δικαίων ἡ συναυλία.
Χαῖρε Ἐκκλησίας λαμπρὸν ἀγαλλίαμα·
χαῖρε Κρητονήσου τερπνὸν ἐγκαλλώπιομα.
Χαῖρε ἄθροισμα οὐράνιον εὐκλεῶν Ἱεραρχῶν·
χαῖρε σύστημα πανάριστον Ἀθλοφόρων ἱερῶν.
Χαῖρε ἡ τῶν Ὁσίων πανολβἱα χορεία·
χαῖρε Νεομαρτύρων ἡ κλυτὴ συστοιχία.
Χαῖρε χαρίτων πλοῦτος ἀσύλητος·
χαῖρε θαυμάτων βρύσις ἀκένωτος.
Χαῖρε Κρητῶν μυοστικὴ δᾳδουχία·
χαῖρε ἡμῶν πρὸς Θεὸν μεσιτεία.
Χαῖροις τίμιον ἄθροισμα.
Κάθισμα
Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Μετὰ τὴν α’ Στιχολογίαν
Χορὸς ὁ θαυμαστός, τῶν ἐν Κρήτῃ Ἁγίων, τιμάσθω εὐσεβῶς, μελιχραῖς ὑμνῳδίαις, ὡς σκεύη πολυτίμητα, δωρεῶν Θείου Πνεύματος, ὡς πολύφωτοι, τῆς εὐσεβεἱας ἀστέρες, καταυγάζοντες. τοὺς παροικοῦντας τὴν νῆσον, ἀκτῖσι τῆς χάριτος.
Έτερον Κάθισμα
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Μετὰ τὴν β’ Στιχολογίαν
Ἡ Κρήτη ἀγάλλεται, δαυϊτικῶς πανδημεί, ἐν ῦμνοις γεραίρουσα, τῶν ἐν αὐτῇ εὐκλεῶν, Ἁγίων τὸ ἄθροισμα· τούτους γὰρ ὁ Δεσπότης, τοῦ παντὸς θαυμαστώσας, ἔδειξε τῆς πατρίδος, κραταιοὺς πολιούχους, προστάτας τε προμάχους ἀεί, καὶ ῥὺστας ἐν θλίψεσιν.
Έτερον Κάθισμα
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Μετὰ τὸν Πολυέλεον
Ὁ Θαυμαστώσας τοὺς ἐν Κρήτῃ Ἁγίους, καὶ δι' αὐτῶν μεγαλυνθεὶς ὑπὲρ λόγον, Θεὸς ὁ προσκυνούμενος, προσώποις ἐν τρισί, σῶσον ὡς φιλάνθρωπος, ταῖς αὐτῶν ἱκεσίαις, πάντας τοὺς ἐλπίζοντας, οἰκτιρμῶν σου τῷ πλούτῳ, καὶ ἐξ ἑχθρῶν δεινῆς ἐπιδρομῆς, ταύτην τὴν νῆσον συντήρει ἀλώβητον.
Έτερον Κάθισμα
Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Εὑφραίνου ἡ λαμπρά, κληρουχία τοῦ Τίτου, τελοῦσα τῶν ἐν σοὶ, Θεοφόρων Ἁγίων, τὴν μνήμην τὴν πανεύσημον, καὶ Χριστῷ πίστει βόησον· πολυεύσπλαγχνε, εὐχαῖς τῶν σῶν θεραπόντων, δίδου ἅπασι, τῶν οἰκτιρμῶν σου τὸν πλοῦτον, καὶ ἕλεος ἄνωθεν.