Ἀπολυτίκιον
Ἦχος γ´. Θείας πίστεως.
Χαίρει σήμερον, Ἐράνη πᾶσα, μνημονεύουσα εὐεργεσίας, ἣν ἐποίησας πάλαι, Χαράλαμπες. Καὶ γὰρ τῶν παίδων αὐτῆς ζωὴν ἔσωσας, καὶ πολεμίων μανίαν ἀπέτρεψας, Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι πᾶσι τὸ μέγα ἔλεος.
Έτερον Ἀπολυτίκιον
Ἦχος γ´. Θείας πίστεως.
Χαίρει σήμερον, Ἐράνη πᾶσα, καὶ εὐγνώμονα σοι ἀναφέρει, εὐχαριστήρια, Μάρτυς Χαράλαμπες. Ταῖς γὰρ θερμαῖς πρὸς Θεὸν ἱκεσίαις σου, δεινὴν σφαγὴν παίδων πάλαι ἀπέτρεψας. Ὅθεν Ἅγιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι πᾶσι τὸ μέγα ἔλεος.
Έτερον Ἀπολυτίκιον
Ἦχος γ´. Θείας πίστεως.
Δεῦτε σήμερον, πιστῶν τὰ πλήθη, ἐπαινέσωμεν τὸν Χαραλάμπην, εὐχαριστίας Θεῷ ἀναπέμποντες, τῇ γὰρ αὐτοῦ μεσιτεία ἐσώθημεν, καὶ πολεμίων βουλαὶ ἐτροπώθησαν. Ὅθεν ἅπαντες τῷ πολιούχῳ βοήσωμεν, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι πᾶσι τὸ μέγα ἔλεος.
Κοντάκιον
Ἦχος δ´. Ὁ ὑψωθείς.
Ὁ ὑψωθεὶς ἐν οὐρανοῖς ἐπαξίως, τῇ ὀρθοδόξῳ τοῦ Χριστοῦ Ποίμνη, Πάτερ, ταῖς σαῖς πρεσβείαις δίδου χαρμονήν. Εὔφρανον ἐν τῇ ἀγάπῃ σου τῶν πιστῶν τὰς χορείας, νίκας χορηγῶν αὐτοῖς, κατὰ τῶν πολεμίων. Τὴν συμμαχίαν ἔχοιμεν τὴν σὴν Μάρτυς Κυρίου, Παμμάκαρ Χαράλαμπες.
Ὁ Οἶκος
Τίς ἀξίως δυνήσεται, τοὺς ἄθλους ἐξυμνῆσαι σου Χαράλαμπες; Ὅτι γῆρας ἔσχες τίμιον καὶ πολυχρόνιον, ἀριθμῷ ἐτῶν μετρούμενον καὶ πολιᾷ φρονήσει κατακοσμούμενον. Ἱερατεύων δὲ ἐννόμως, μεγάλως ἐδόξασας Χριστόν, καὶ ὑπὲρ πίστεως τὴν ψυχήν σου τέθηκας, ἅγιε. Διὸ καὶ ἡμεῖς, πλουσίως τοῖς θαύμασί σου εὐεργετηθέντες, βοῶμεν· Τὴν συμμαχίαν ἔχοιμεν τὴν σὴν Μάρτυς Κυρίου Παμμάκαρ, Χαράλαμπες.
Κάθισμα
Ἦχος πλ. δ΄. Ταχὺ προκατάλαβε.
Ἐπέλαμψε σήμερον, ὡς φωτοφόρος αὐγή, ἡ μνήμη σου Ἅγιε, καὶ συγκαλοῦσα ἡμᾶς, εἰς θεία σκηνώματα, ὄμματα, καὶ καρδίας, πρὸς οὐράνια ὕψη, ἕλκει καὶ τῆς κακίας τῶν παθῶν ἀπαλλάττει, διὸ εὐχαριστοῦντες Θεῷ σὲ μακαρίζομεν.