Κανόνες Πενθέκτης Οικουμενικής Συνόδου
Κανόνες τῆς ἐν Τρούλλῳ Ἁγίας καὶ Οἰκουμενικῆς Πενθέκτης Συνόδου
Συνεκλήθη ὑπὸ τοῦ Αὐτοκράτορος τῶν Ῥωμαίων
Ἰουστινιανοῦ τοῦ Δευτέρου ἐν Κωνσταντινουπόλει – Νέᾳ Ῥώμῃ ἐν Τρούλλῳ τοῦ Παλατίου (691 μ.Χ.)
Κανὼν Α´
Τάξις ἀρίστη, παντὸς ἀρχομένου καὶ λόγου καὶ πράγματος, ἐκ Θεοῦ τε ἄρχεσθαι, καὶ εἰς Θεόν ἀναπαύεσθαι, κατὰ τὴν θεολόγον φωνήν. Ὅθεν, καὶ τῆς εὐσεβείας ὑφ᾿ ἡμῶν ἤδη διαπρυσίως κηρυττομένης, καὶ τῆς ἐκκλησίας, ἐφ᾿ ᾗ Χριστὸς τεθεμελίωται, διηνεκῶς αὐξανούσης καὶ προκοπτούσης, ὡς τῶν τοῦ Λιβάνου κέδρων ταύτην ὑπερεκτείνεσθαι· καὶ νῦν ἀρχὴν τῶν ἱερῶν ποιούμενοι λόγων χάριτι θείᾳ, ὁρίζομεν, ἀκαινοτόμητόν τε καὶ ἀπαράτρωτον φυλάττειν τὴν παραδοθεῖσαν ἡμῖν πίστιν ὑπό τε τῶν αὐτοπτῶν καὶ ὑπηρετῶν τοῦ Λόγου, τῶν θεοκρίτων Ἀποστόλων· ἔτι δὲ καὶ τῶν τριακοσίων δέκα καὶ ὀκτὼ ἁγίων καὶ μακαρίων Πατέρων, τῶν ἐν Νικαίᾳ συνελθόντων ἐπὶ Κωνσταντίνου τοῦ γενομένου ἡμῶν βασιλέως, κατ᾿ Ἀρείου τοῦ δυσσεβοῦς, καὶ τῆς παρ᾿ αὐτοῦ δογματισθείσης ἐθνικῆς ἐτεροθεΐας, ἢ πολυθεΐας, εἰπεῖν οἰκειότερον· οἳ τῇ ὁμογνωμοσύνῃ τῆς πίστεως τὸ ὁμοούσιον ἡμῖν ἐπὶ τῶν τριῶν τῆς θεαρχικῆς φύσεως ὑποστάσεων ἀπεκάλυψάν τε καὶ διετράνωσαν, μὴ ἐπικεκρύφθαι τῷ μοδίῳ τῆς ἀγνωσίας τοῦτο παραχωρήσαντες, ἀλλὰ τὸν Πατέρα, καὶ τὸν Υἱόν, καὶ τὸ ἅγιον Πνεῦμα προσκυνεῖν μιᾷ προσκυνήσει τοὺς πιστοὺς ἀναφανδὸν ἐκδιδάξαντες· καὶ τήν τε τῶν ἀνίσων βαθμῶν τῆς Θεότητος δόξαν καθελόντες καὶ διασπάσαντες, τά τε, ὑπὸ τῶν αἱρετικῶν συστάντα ἐκ ψάμμου κατὰ τῆς ὀρθοδοξίας μειρακιώδη ἀθύρματα καταβαλόντες καὶ ἀνατρέψαντες· ὡσαύτως δὲ καὶ τὴν ἐπὶ τοῦ μεγάλου Θεοδοσίου, τοῦ γενομένου ἡμῶν βασιλέως, ὑπὸ τῶν ἐν ταύτῃ τῇ βασιλίδι πόλει συναχθέντων ἑκατὸν πεντήκοντα ἁγίων Πατέρων κηρυχθεῖσαν πίστιν κρατύνομεν, τὰς θεολόγους φωνὰς ἀσπαζόμενοι, καὶ τὸν βέβηλον Μακεδόνιον τοῖς προτέροις ἐχθροῖς τῆς ἀληθείας συνεξελαύνοντες, ὡς δοῦλον αὐθαδῶς τὸ δεσπόζον δοξᾶσαι τολμήσαντα, καὶ σχίσαι τὴν ἄτμητον μονάδα λῃστρικῶς προελόμενον, ὡς ἂν μὴ ἐντελὲς ἡμῖν τὸ τῆς ἐλπίδος εἴη μυστήριον· τῷ βδελυρῷ τούτῳ καὶ κατὰ τῆς ἀληθείας ληττήσαντι, καὶ Ἀπολλινάριον, τὸν τῆς κακίας μύστην, συγκατακρίναντες, ὃς ἄνουν καὶ ἄψυχον τὸν Κύριον ἀνειληφέναι σῶμα δυσσεβῶς ἐξηρεύξατο, ἐντεῦθεν καὶ οὗτος ἀτελῆ τὴν σωτηρίαν ἡμῖν γενέσθαι συλλογιζόμενος. Ἀλλὰ μὴν καὶ τὰ παρὰ τῶν ἐν τῇ Ἐφεσίων πόλει τὸ πρότερον συναχθέντων ἐπὶ Θεοδοσίου, τοῦ υἱοῦ Ἀρκαδίου, γενομένου ἡμῶν βασιλέως, διακοσίων Θεοφόρων Πατέρων ἐκτεθέντα διδάγματα, ὡς κράτος ἀῤῥαγὲς τῆς εὐσεβείας, ἐπισφραγίζομεν, ἕνα Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ, καὶ σαρκωθέντα κηρύττοντες, καὶ τὴν αὐτὸν ἀσπόρως τεκοῦσαν ἄχραντον ἀειπάρθενον, κυρίως καὶ κατὰ ἀλήθειαν Θεοτόκον δοξάζοντες· καὶ τὴν ληρώδη τοῦ Νεστορίου διαίρεσιν, ὡς ἀπῳκισμένην θείας μοίρας ἀποδιώκοντες, ἄνθρωπον ἰδικῶς, καὶ Θεόν ἰδικῶς, τὸν ἕνα Χριστὸν δογματίζοντος, καὶ τὴν ἰουδαϊκὴν ἀνανεοῦντος δυσσέβειαν. Οὐ μὴν ἀλλὰ καὶ τὴν ἐν Χαλκηδονέων μητροπόλει ἐπὶ Μαρκιανοῦ, καὶ αὐτοῦ γενομένου ἡμῶν βασιλέως, τῶν ἑξακοσίων τριάκοντα θεοκρίτων Πατέρων στηλογραφηθεῖσαν πίστιν ὀρθοδόξως ἐπικυροῦμεν· ἥτις τὸν ἕνα Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ ἐκ δύο συντεθέντα τῶν φύσεων, καὶ ἐν δύο ταῖς αὐταῖς δοξαζόμενον φύσεσι, μεγαλοφώνως τοῖς πέρασι παραδέδωκε, καὶ Εὐτυχέα τὸν ματαιόφρονα, τὸν δοκήσει τὸ μέγα τῆς οἰκονομίας μυστήριον τελεσθῆναι ἀποφηνάμενον, ὡς ἀποτρόπαιόν τι καὶ μίασμα τῶν ἱερῶν τῆς ἐκκλησίας περιβόλων ἐξήλασε· σὺν αὐτῷ δὲ καὶ Νεστόριον, καὶ Διόσκορον, τὸν μέν, τῆς διαιρέσεως, τὸν δέ, τῆς συγχύσεως ὑπερασπιστήν τε καὶ πρόμαχον, τοὺς ἐκ διαμέτρου τῆς ἀσεβείας πρὸς ἓν ἐκπεπτωκότας ἀπωλείας καὶ ἀθεότητος βάραθρον. Ἀλλά γε καὶ τὰς εὐσεβεῖς φωνὰς τῶν ἑκατὸν ἑξήκοντα πέντε Θεοφόρων Πατέρων, τῶν κατὰ ταύτην τὴν βασιλίδα συναγηγερμένων πόλιν, ἐπὶ Ἰουστιανιανοῦ, τοῦ τῆς εὐσεβοῦς λήξεως γενομένου ἡμῶν βασιλέως, ὡς ὑπὸ τοῦ Πνεύματος ἐξενεχθείσας γινώσκομεν, καὶ τοὺς μεθ᾿ ἡμᾶς ἐκδιδάσκομεν. Οἳ Θεόδωρον τὸν Μοψουεστίας, τὸν Νεστορίου διδάσκαλον, Ὠριγένην τε, καὶ Δίδυμον, καὶ Εὐάγριον, τοὺς τὰς ἑλληνικὰς ἀναπλασαμένους μυθοποιΐας, καὶ σωμάτων τινῶν, καὶ ψυχῶν ἡμῖν περιόδους, καὶ ἀλλοιώσεις ἀναπεμπάσαντας ταῖς τοῦ νοῦ παραφοραῖς τε, καὶ ὀνειρώξεσι, καὶ εἰς τὴν τῶν νεκρῶν δυσσεβῶς ἐμπαροινήσαντας ἀναβίωσιν· τὰ τε γραφέντα παρὰ Θεοδωρήτου κατὰ τῆς ὀρθῆς πίστεως, καὶ τῶν δώδεκα κεφαλαίων τοῦ μακαρίου Κυρίλλου, καὶ τὴν λεγομένην Ἴβα ἐπιστολήν, συνοδικῶς ἀνεθεμάτισάν τε καὶ ἐβδελύξαντο. Καὶ τὴν ὑπὸ τῆς ἔναγχος συναθροισθείσης κατὰ ταύτην τὴν βασιλίδα πόλιν, ἐπὶ τοῦ ἐν θείᾳ τῇ λήξει γενομένου ἡμῶν βασιλέως Κωνσταντίνου, ἕκτης ἁγίας συνόδου πίστιν, ἣ μειζόνως τὸ κῦρος ἐδέξατο, δι᾿ ὧν ὁ εὐσεβὴς βασιλεύς σφραγίσι τοὺς ταύτης τόμους κατησφαλίσατο, πρὸς τὴν ἐν τῷ παντὶ αἰῶνι ἀσφάλειαν, καὶ αὖθις ὁμολογοῦμεν φυλάττειν ἀπαρεγχείρητον· ἣ δύο φυσικάς θελήσεις, ἤτοι θελήματα, καὶ δύο φυσικὰς ἐνεργείας ἐπὶ τῆς ἐνσάρκου οἰκονομίας τοῦ ἑνὸς Κυρίου ἡμῶν Ἰησοῦ Χριστού, τοῦ ἀληθινοῦ Θεοῦ, δοξάζειν ἡμᾶς θεοφιλῶς διεσάφησε· τοὺς τὸ εὐθὲς τῆς ἀληθείας δόγμα παραχαράξαντας, καὶ ἓν θέλημα, καὶ μίαν ἐνέργειαν ἐπὶ τοῦ ἑνὸς Κυρίου τοῦ Θεοῦ ἡμῶν Ἰησοῦ Χριστοῦ, τοὺς λαοὺς ἐκδιδάξαντας, τῇ τῆς εὐσεβείας ψήφῳ καταδικάσασα· φαμέν, Θεόδωρον τὸν τῆς Φαράν, Κῦρον τὸν Ἀλεξανδρείας, Ὁνώριον τὸν Ῥώμης, Σέργιον, Πύρρον, Παῦλον, Πέτρον, τοὺς ἐν ταύτῃ τῇ θεοφυλάκτῳ προεδρεύσαντας πόλει, Μακάριον, τὸν γενόμενον τῆς Ἀντιοχέων ἐπίσκοπον, Στέφανον τὸν αὐτοῦ μαθητήν, καὶ τὸν ἄφρονα Πολυχρόνιον· ἐντεῦθεν ἀνέπαφον τηροῦσα τὸ κοινὸν σῶμα Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. Καὶ συνελόντα φάναι, πάντων τῶν ἐν τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ διαπρεψάντων ἀνδρῶν, οἳ γεγόνασι φωστῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντες, τὴν πίστιν κρατεῖν βεβαίαν, καὶ μέχρι συντελείας τοῦ αἰῶνος ἀσάλευτον διαμένειν θεσπίζομεν, καὶ τὰ αὐτῶν θεοπαράδοτα συγγράμματά τε καὶ δόγματα, πάντας ἀποβαλλόμενοί τε, καὶ ἀναθεματίζοντες, οὓς ἀπέβαλον, καὶ ἀνεθεμάτισαν, ὡς τῆς ἀληθείας ἐχθρούς, καὶ κατὰ Θεοῦ φρυαξαμένους κενά, καὶ ἀδικίαν εἰς ὕψος ἐκμελετήσαντας. Εἰ δέ τις τῶν ἁπάντων μὴ τὰ προειρημένα τῆς εὐσεβείας δόγματα κρατοῖ καὶ ἀσπάζοιτο, καὶ οὕτω δοξάζοι τε, καὶ κηρύττοι, ἀλλ᾿ ἐξ ἐναντίας ἰέναι τούτων ἐπιχειροῖ, ἔστω ἀνάθεμα, κατὰ τὸν ἤδη ἐκτεθέντα ὅρον ὑπὸ τῶν προδηλωθέντων ἁγίων καὶ μακαρίων Πατέρων, καὶ τοῦ χριστιανικοῦ καταλόγου, ὡς ἀλλότριος, ἐξωθείσθω καὶ ἐκπιπτέτω. Ἡμεῖς γὰρ οὔτε προστιθέναι τι, οὔτε μὴν ἀφαιρεῖν, κατὰ τα προορισθέντα, παντελῶς διεγνώκαμεν, ἢ καθ᾿ ὁντιναοῦν δεδυνήμεθα λόγον.
Κανὼν B´
Ἔδοξε δὲ καὶ τοῦτο τῇ ἁγίᾳ ταύτῃ συνόδῳ κάλλιστά τε καὶ σπουδαιότατα, ὥστε μένειν καὶ ἀπὸ τοῦ νῦν βεβαίους καὶ ἀσφαλεῖς, πρὸς ψυχῶν θεραπείαν καὶ ἰατρείαν παθῶν, τοὺς ὑπὸ τῶν πρὸ ἡμῶν ἁγίων καὶ μακαρίων Πατέρων δεχθέντας καὶ κυρωθέντας, ἀλλὰ μὴν καὶ παραδοθέντας ἡμῖν ὀνόματι τῶν ἁγίων καὶ ἐνδόξων Ἀποστόλων ὀγδοήκοντα πέντε κανόνας. Ἐπειδὴ δ᾿ ἐν τούτοις τοῖς κανόσιν ἐντέταλται δέχεσθαι ἡμᾶς τὰς τῶν αὐτῶν ἁγίων Ἀποστόλων διὰ Κλήμεντος Διατάξεις, αἷς τισι πάλαι ὑπὸ τῶν ἑτεροδόξων ἐπὶ λύμῃ τῆς ἐκκλησίας νόθα τινὰ καὶ ξένα τῆς εὐσεβείας παρενετέθησαν, τὸ εὐπρεπὲς κάλλος τῶν θείων δογμάτων ἡμῖν ἀμαυρώσαντα· τὴν τῶν τοιούτων Διατάξεων προσφόρως ἀποβολὴν πεποιήμεθα πρὸς τὴν τοῦ χριστιανικωτάτου ποιμνίου οἰκοδομὴν καὶ ἀσφάλειαν, οὐδαμῶς ἐγκρίνοντες τὰ τῆς αἱρετικῆς ψευδολογίας κυήματα, καὶ τῇ γνήσιᾳ τῶν Ἀποστόλων καὶ ὁλοκλήρῳ διδαχῇ παρενείροντες. Ἐπισφραγίζομεν δὲ καὶ τοὺς λοιποὺς πάντας ἱεροὺς κανόνας, τοὺς ὑπὸ τῶν ἁγίων καὶ μακαρίων Πατέρων ἡμῶν ἐκτεθέντας, τουτέστι τῶν τε ἐν Νικαίᾳ συναθροισθέντων τριακοσίων δεκαοκτὼ ἁγίων Πατέρων, καὶ τῶν ἐν Ἀγκύρᾳ· ἔτι μὴν καὶ τῶν ἐν Νεοκαισαρείᾳ, ὡσαύτως καὶ τῶν ἐν Γάγγραις· πρὸς τούτοις δὲ καὶ τῶν ἐν Ἀντιοχείᾳ τῆς Συρίας· ἀλλὰ μὴν καὶ τῶν ἐν Λαοδικείᾳ τῆς Φρυγίας· προσέτι καὶ τῶν ἑκατὸν πεντήκοντα, τῶν ἐν ταύτῃ τῇ θεοφύλακτῳ καὶ βασιλίδι συνελθόντων πόλει, καὶ τῶν διακοσίων, τῶν ἐν τῇ Ἐφεσίων μητροπόλει τὸ πρότερον συναγηγερμένων· καὶ τῶν ἐν Χαλκηδόνι, τῶν ἑξακοσίων τριάκοντα ἁγίων καὶ μακαρίων Πατέρων· ὡσαύτως καὶ τῶν ἐν Σαρδικῇ· ἔτι μὴν καὶ τῶν ἐν Καρθαγένη· προσέτι γε μὴν καὶ τῶν ἐν αὖθις ἐν ταῦτῃ τῇ θεοφυλάκτῳ καὶ βασιλίδι πόλει συνελθόντων ἐπὶ Νεκταρίου τοῦ τῆς βασιλίδος ταύτης πόλεως προέδρου, καὶ Θεοφίλου, τοῦ γενομένου Ἀλεξανδρείας ἀρχιεπισκόπου· ἀλλὰ μὴν καὶ Διονυσίου ἀρχιεπισκόπου γενομένου Ἀλεξανδρείας μεγαλοπόλεως, καὶ Πέτρου γενομένου Ἀλεξανδρείας, καὶ μάρτυρος, καὶ Γρηγορίου ἐπισκόπου γενομένου Νεοκαισαρείας, τοῦ θαυματουργοῦ, Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας, Βασιλείου ἀρχιεπισκόπου Καισαρείας Καππαδοκίας, Γρηγορίου ἐπισκόπου Νύσσης, Γρηγορίου τοῦ Θεολόγου, Ἀμφιλοχίου τοῦ Ἰκονίου, Τιμοθέου ἀρχιεπισκόπου γενομένου Ἀλεξανδρείας τὸ πρότερον, Θεοφίλου ἀρχιεπισκόπου τῆς αὐτῆς Ἀλεξανδρέων μεγαλοπόλεως, Κυρίλλου ἀρχιεπισκόπου τῆς Ἀλεξανδρείας, καὶ Γενναδίου Πατριάρχου γενομένου τῆς θεοφυλακτου ταύτης καὶ βασιλίδος πόλεως· ἔτι μὴν καὶ τὸν ὑπὸ Κυπριανοῦ, τοῦ γενομένου ἀρχιεπισκόπου τῆς Ἄφρων χώρας καὶ μάρτυρος, καὶ τῆς κατ᾿ αὐτὸν συνόδου ἐκθέντα κανόνα, ὃς ἐν τοῖς τῶν προειρημένων προέδρων τόποις, καὶ μόνον, κατὰ τὸ παραδοθὲν αὐτοῖς ἔθος, ἐκράτησε· καὶ μηδενὶ ἐξεῖναι τοὺς προδηλωθέντας παραχαράττειν κανόνας, ἢ ἀθετεῖν, ἢ ἑτέρους παρὰ τοὺς προκειμένους παραδέχεσθαι κανόνας, ψευδεπιγράφως ὑπό τινων συντεθέντας, τῶν τὴν ἀλήθειαν καπηλεύειν ἐπιχειρησάντων. Εἰ δέ τις ἁλῶ κανόνα τινὰ τῶν εἰρημένων καινοτομῶν, ἢ ἀνατρέπειν ἐπιχειρῶν, ὑπεύθυνος ἔσται κατὰ τὸν τοιοῦτον κανόνα, ὡς αὐτὸς διαγορεύει, τὴν ἐπιτιμίαν δεχόμενος, καὶ δι᾿ αὐτοῦ, ἐν ᾧ περ πταίει θεραπευόμενος.
Κανὼν Γ´
Ἐπειδὴ δὲ ὁ εὐσεβὴς καὶ φιλόχριστος ἡμῶν βασιλεὺς τῇ ἁγίᾳ ταύτῃ καὶ οἰκουμενικῇ προσεφώνησε συνόδῳ, ὥστε τοὺς ἐν κλήρῳ καταλεγομένους, καὶ ἄλλοις τὰ θεῖα διαπορθμεύοντας, καθαροὺς ἀποφῆναι καὶ λειτουργοὺς ἀμώμους, καὶ τῆς νοερᾶς τοῦ μεγάλου Θεοῦ, καὶ θύματος, καὶ ἀρχιερέως, θυσίας ἀξίους, ἀνακαθᾶραί τε τὰ ἐξ ἀθέσμων γάμων τούτοις ἐπιτριβέντα μύση· πρὸς τοῦτο δὲ τῶν μὲν τῆς Ῥωμαίων ἁγιωτάτης ἐκκλησίας τὸν τῆς ἀκριβείας τηρηθῆναι κανόνα προτιθεμένων, τῶν δὲ ὑπὸ τῶν τῆς θεοφυλάκτου ταύτης καὶ βασιλίδος πόλεως θρόνον, τὸν τῆς φιλανθρωπίας καὶ συμπαθείας, εἰς ἓν ἀμφότερα μίξαντες πατρικῶς ὁμοῦ καὶ θεοφιλῶς, ὡς μήτε τὸ πρᾷον ἔκλυτον, μήτε στύφον τὸ αὐστηρὸν καταλείψοιμεν, καὶ μάλιστα τοῦ ἐξ ἀγνοίας πτώματος εἰς οὐκ ὀλίγων ἀνδρῶν πλῆθος διήκοντος· συνορῶμεν ὥστε τοὺς μὲν δυσί γάμοις περιπαρέντας, καὶ μέχρι τῆς πεντεκαιδεκάτης τοῦ διελθόντος Ἰανουαρίου μηνός, τῆς παρελθούσης τετάρτης Ἰνδικτιῶνος, ἔτους ἐξακισχιλιοστοῦ ἐκατοστοῦ ἐννάτου, δουλωθέντας τῇ ἁμαρτίᾳ, καὶ μὴ ἐκνῆψαι ταύτης προελομένους, καθαιρέσει κανονικῇ ὑποβαλεῖν. Τοὺς δὲ τῷ τοιούτῳ μὲν τῆς διγαμίας πάθει περιπεσόντας, πρὸ δὲ τῆς ἡμῶν ἐπιγνώσεως τὸ συμφέρον ἐπεγνωκότας, καὶ τὸ κακὸν ἐξ ἑαυτῶν περικόψαντας, καὶ πόῤῥω τὴν ξένην ταύτην καὶ νόθον συμπλοκὴν ἐκδιώξαντας, ἢ καὶ ὧν αἱ κατὰ δεύτερον γάμον γυναῖκες ἤδη τετελευτήκασιν, ἢ καὶ αὐτοὶ πρὸς ἐπιστροφὴν εἶδον, μεταμαθόντες τὴν σωφροσύνην, καὶ τῶν πρῴην αὐτοῖς παρανομηθέντων ταχέως ἐπιλαθόμενοι, εἴτε πρεσβύτεροι, εἴτε διάκονοι ὄντες τυγχάνοιεν· τούτους ἔδοξε πεπαῦσθαι μὲν πάσης ἱερατικῆς λειτουργίας, ἤτοι ἐνεργείας, ἤδη ἐπὶ ῥητόν τινα χρόνον ἐπιτιμηθέντας· τῆς δὲ τιμῆς τῆς κατὰ τὴν καθέδραν καὶ στάσιν μετέχειν, ἀρκουμένους τῇ προεδρίᾳ καὶ προσκλαίοντας τῷ Κυρίῳ συγχωρηθῆναι αὐτοῖς τὸ ἐκ τῆς ἀγνοίας ἀνόμημα· εὐλογεῖν γὰρ ἕτερον τὸν τὰ οἰκεῖα τημελεῖν ὀφείλοντα τραύματα, ἀνακόλουθον. Τοὺς δὲ γαμετῇ μὲν μιᾷ συναφθέντας, εἰ χήρα ἡ προσληφθεῖσα ἐτύγχανεν, ὡσαύτως δὲ καὶ τοὺς μετὰ τὴν χειροτονίαν γάμῳ ἑνὶ παρανόμως προσομιλήσαντας, τουτέστι πρεσβυτέρους, καὶ διακόνους, καὶ ὑποδιακόνους, ἤδη ἐπὶ βραχύν τινα χρόνον εἰρχθέντας τῆς ἱερᾶς λειτουργίας, καὶ ἐπιτιμηθέντας, αὖθις αὐτοὺς τοῖς οἰκείοις ἀποκαταστῆναι βαθμοῖς, μηδαμῶς ἐν ἑτέρῳ μείζονι προκόπτοντας βαθμῷ, προδήλως διαλυθέντος αὐτοῖς τοῦ ἀθέσμου συνοικεσίου. Ταῦτα δέ, ἐπὶ τοῖς καταληφθεῖσι μέχρι τῆς πεντεκαιδεκάτης, ὡς εἴρηται, τοῦ Ἰανουαρίου μηνός, τῆς τετάρτης Ἰνδικτιῶνος, ἐν τοῖς προδηλωθείσι πταίσμασι καὶ μόνον ἱερατικοῖς ἐτυπώσαμεν, ὁρίζοντες ἀπὸ τοῦ παρόντος, καὶ ἀνανεούμενοι τὸν κανόνα τὸν διαγορεύοντα, τὸν δυσὶ γάμοις συμπλακέντα μετὰ τὸ βάπτισμα, ἢ παλλακὴν κτησάμενον, μὴ δύνασθαι εἶναι ἐπίσκοπον, ἢ πρεσβύτερον, ἢ διάκονον ἢ ὅλως τοῦ καταλόγου τοῦ ἱερατικοῦ· ὡσαύτως καὶ τὸν χήραν λαβόντα, ἢ ἐκβεβλημένην, ἢ ἑταίραν, ἢ οἰκέτιν, ἢ τῶν ἐπί τῆς σκηνῆς, μὴ δύνασθαι εἶναι ἐπίσκοπον, ἢ πρεσβύτερον, ἢ ὅλως τοῦ καταλόγου τοῦ ἱερατικοῦ.
Κανὼν Δ´
Εἴ τις ἐπίσκοπος, ἢ πρεσβύτερος, ἢ διάκονος, ἢ ὑποδιάκονος. ἢ ἀναγνώστης, ἢ ψάλτης, ἢ θυρωρός, γυναικὶ ἀφιερωμένῃ τῷ Θεῷ μιχθείη, καθαιρείσθω, ὡς τὴν νύμφην τοῦ Χριστοῦ διαφθείρας· εἰ δὲ λαϊκός, ἀφοριζέσθω.
Κανὼν Ε´
Μηδεὶς τῶν ἐν ἱερατικῷ καταλόγῳ, τῶν ἐν τῷ κανόνι ἐμφερομένων ἀνυπόπτων προσώπων ἐκτὸς διάγων, γυναῖκα κεκτήσθω, ἢ θεραπαινίδα, τὸ ἀνεπίληπτον ἑαυτῷ ἐντεῦθεν τηρῶν. Εἰ δὲ παραβαίνει τις τὰ παρ᾿ ἡμῶν ὁρισθέντα, καθαιρείσθω. Τὸ αὐτὸ δὲ τοῦτο καὶ οἱ εὐνοῦχοι παραφυλαττέσθωσαν, τὸ ἄμεμπτον ἑαυτοῖς προνοούμενοι· παραβαίνοντες δέ, εἰ μὲν κληρικοὶ εἶεν, καθαιρείσθωσαν, εἰ δὲ λαϊκοί, ἀφοριζέσθωσαν.
Κανὼν ΣΤ´
Ἐπειδὴ παρὰ τοῖς ἀποστολικοῖς κανόσιν εἴρηται, τῶν εἰς κλῆρον προαγομένων ἀγάμων, μόνους ἀναγνώστας, καὶ ψάλτας γαμεῖν καὶ ἡμεῖς τοῦτο παραφυλάττοντες, ὁρίζομεν ἀπὸ τοῦ νῦν μηδαμῶς ὑποδιάκονον, ἢ διάκονον, ἢ πρεσβύτερον, μετὰ τὴν ἐπ᾿ αὐτῷ χειροτονίαν, ἔχειν ἄδειαν, γαμικὸν ἑαυτῷ συνιστᾷν συνοικέσιον. Εἰ δὲ τοῦτο τολμήσοι ποιῆσαι, καθαιρείσθω. Εἰ δὲ βούλοιτό τις τῶν εἰς κλῆρον προερχομένων, γάμου νόμῳ συνάπτεσθαι γυναικῖ, πρὸ τῆς τοῦ ὑποδιακόνου, ἢ διακόνου, ἢ πρεσβυτέρου χειροτονίας τοῦτο πραττέτω.
Κανὼν Ζ´
Ἐπειδὴ μεμαθήκαμεν ἔν τισι τῶν ἐκκλησιῶν διακόνους τυγχάνειν, ὀφφίκια ἐκκλησιαστικὰ ἔχοντας, ἐντεῦθέν τέ τινας αὐτῶν αὐθαδείᾳ καὶ αὐτονομίᾳ κεχρημένους πρὸ τῶν πρεσβυτέρων καθέζεσθαι, ὁρίζομεν, ὥστε τὸν διάκονον, κἂν ἐν ἀξιώματι, τουτέστιν ἐν ὀφφικίῳ τῷ οἱῳδήποτε ἐκκλησιαστικῷ τυγχάνῃ, τὸν τοιοῦτον μὴ πρὸ τοῦ πρεσβυτέρου καθέζεσθαι· ἐκτός, εἰ μὴ τὸ πρόσωπον ἐπέχων τοῦ οἰκείου πατριάρχου, ἢ μητροπολίτου, ἐν ἑτέρᾳ πόλει παραγένηται ἐπί τινι κεφαλαίῳ· τότε γάρ, ὡς τὸν ἐκείνου τόπον ἀναπληρῶν, τιμηθήσεται. Εἰ δέ τις τοιοῦτο τολμήσοι, τυραννικῷ χρώμενος θράσει, διαπράξασθαι, ὁ τοιοῦτος, ἐκ τοῦ οἰκείου καταβιβασθείς βαθμοῦ, ἔσχατος πάντων γινέσθω τοῦ, ἐν ᾧ περ καταλέγεται, τάγματος ἐν τῇ κατ᾿ αὐτὸν ἐκκλησίᾳ, τοῦ Κυρίου ἡμῶν παραινοῦντος, μὴ χαίρειν ταῖς πρωτοκλισίαις, κατὰ τὴν ἐν τῷ ἁγίῳ εὐαγγελιστῇ Λουκᾷ, ὡς ἐξ αὐτοῦ τοῦ Κυρίου ἡμῶν καὶ Θεοῦ κειμένην διδασκαλίαν. Ἔλεγε γὰρ πρὸς τοὺς κεκλημένους παραβολὴν τοιάνδε· Ὅταν κληθῇς ὑπὸ τίνος εἰς γάμους, μὴ κατακλιθεὶς εἰς τὴν πρωτοκλισίαν, μήποτε ἐντιμότερός σου ᾗ κεκλημένος ὑπ᾿ αὐτοῦ, καὶ ἐλθὼν ὁ σὲ καὶ αὐτὸν καλέσας, ἐρεῖ σοι· Δὸς τούτῳ τόπον· καὶ τότε ἄρξῃ μετ᾿ αἰσχύνης τὸν ἔσχατον τόπον κατέχειν. Ἀλλ᾿ ὅταν κληθῇς, ἀνάπεσε εἰς τὸν ἔσχατον τόπον· ἵνα, ὅταν ἔλθῃ ὁ κεκληκὼς, εἴπῃ σοι· Φίλε, προσανάβηθι ἀνώτερον· τότε ἔσται σοι δόξα ἐνώπιον τῶν συνανακειμένων σοι· ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται. Τὸ αὐτὸ δὲ φυλαχθήσεται καὶ ἐπὶ τῶν λοιπῶν ἱερῶν ταγμάτων· ἐπειδὴ τῶν κατὰ κόσμον ἀξιωμάτων κρείττονα τὰ πνευματικὰ ἐπιστάμεθα.
Κανὼν Η´
Ἐν πᾶσι τὰ ὑπὸ τῶν ἁγίων Πατέρων ἡμῶν θεσπιθέντα καὶ ἡμεῖς κρατεῖν βουλόμενοι, ἀνανεοῦμεν καὶ τὸν κανόνα τὸν διαγορεύοντα, καθ᾿ ἕκαστον ἔτος συνόδους τῶν ἐν ἑκάστῃ ἐπαρχίᾳ γίνεσθαι ἐπισκόπων, ἔνθα ἂν ὁ τῆς μητροπόλεως δοκιμάσῃ ἐπίσκοπος. Ἐπειδὴ δὲ διά τε τὰς τῶν βαρβάρων ἐπιδρομάς, διά τε τὰς προσπιπτούσας ἑτέρας αἰτίας, ἀδυνάτως οἱ τῶν ἐκκλησιῶν πρόεδροι ἔχουσι δὶς τοῦ ἐνιαυτοῦ τὰς συνόδους ποιεῖσθαι, ἔδοξεν, ὥστε τρόπῳ παντὶ ἅπαξ τοῦ ἐνιαυτοῦ τὴν τῶν προγεγραμμένων ἐπισκόπων, διὰ τὰ ὡς εἱκὸς ἀναφυόμενα ἐκκλησιαστικὰ κεφάλαια, ἐν ἑκάστῃ ἐπαρχίᾳ γίνεσθαι σύνοδον, ἀπὸ τῆς ἁγίας τοῦ Πάσχα ἑορτῆς, καὶ μέχρι συμπληρώσεως τοῦ Ὀκτωβρίου μηνὸς ἑκάστου ἔτους, κατὰ τὸν τόπον ὃν ὁ τῆς μητροπόλεως, καθὰ προείρηται, δοκιμάσει ἐπίσκοπος τοὺς δὲ μὴ συνιόντας ἐπισκόπους, ἐνδημοῦντας ταῖς ἑαυτῶν πόλεσι, καὶ ταῦτα ἐν ὑγείᾳ διάγοντας, καὶ πάσης ἀπαραιτήτου καὶ ἀναγκαίας ἀσχολίας ὄντας ἐλευθέρους, ἀδελφικῶς ἐπιπλήττεσθαι.
Κανὼν Θ´
Μηδενὶ ἐξεῖναι κληρικῷ, καπηλικὸν ἐργατήριον ἔχειν. Εἰ γὰρ τῷ τοιούτῳ εἰσιέναι ἐν καπηλείῳ οὐκ ἐπιτέτραπται, πόσῳ μᾶλλον ἄλλοις ἐν τούτῳ διακονεῖσθαι, καὶ ἃ μὴ θέμις αὐτῷ ἐγχειρεῖν; εἰ δέ τι τοιοῦτον διαπράξοιτο, ἢ παυσάσθω ἢ καθαιρείσθω.
Κανὼν Ι´
Ἐπίσκοπος, ἢ πρεσβύτερος, ἢ διάκονος τόκους, ἢ τὰς λεγομένας ἑκατοστὰς λαμβάνων, ἢ παυσάσθω, ἢ καθαιρείσθω.
Κανὼν ΙΑ´
Μηδεὶς τῶν ἐν ἱερατικῷ καταλεγομένων τάγματι, ἢ λαϊκός, τὰ παρὰ τῶν Ἰουδαίων ἄζυμα ἐσθιέτω, ἢ τούτοις προσοικειούσθω, ἢ ἐν νόσοις προσκαλείσθω, καὶ ἰατρείας παρ᾿ αὐτῶν λαμβανέτω, ἢ ἐν βαλανείοις τούτοις παντελῶς συλλουέσθω· εἰ δέ τις τοῦτο πράξαι ἐπιχειροίη, εἰ μὲν κληρικὸς εἴη, καθαιρείσθω· εἰ δὲ λαϊκός, ἀφοριζέσθω.
Κανὼν ΙΒ´
Καὶ τοῦτο δὲ εἰς γνῶσιν ἡμετέραν ἦλθεν, ὡς ἔν τε τῇ Ἀφρικῇ καὶ Λιβύῃ, καὶ ἑτέροις τόποις, οἱ τῶν ἐκεῖσε θεοφιλέστατοι πρόεδροι, συνοικεῖν ταῖς ἰδίαις γαμεταῖς, καὶ μετὰ τὴν ἐπ᾿ αὐτοῖς προελθοῦσαν χειροτονίαν, οὐ παραιτοῦνται, πρόσκομμα τοῖς λαοῖς τιθέντες, καὶ σκάνδαλον. Πολλῆς οὖν ἡμῖν σπουδῆς οὔσης, τοῦ πάντα πρὸς ὠφέλειαν τῶν ὑπὸ χεῖρα ποιμνίων διαπράττεσθαι, ἔδοξεν, ὥστε μηδαμῶς τὸ τοιοῦτον ἀπὸ τοῦ νῦν γίνεσθαι. Τοῦτο δέ φαμεν οὐκ ἐπ᾿ ἀθετήσει, ἢ ἀνατροπῇ τῶν ἀποστολικῶς νενομοθετημένων, ἀλλὰ τῆς σωτηρίας καὶ τῆς ἐπὶ τὸ κρεῖττον προκοπῆς τῶν λαῶν προμηθούμενοι, καὶ τοῦ μὴ δοῦναι μῶμόν τινα κατὰ τῆς ἱερατικῆς καταστάσεως. Φησὶ γὰρ ὁ θεῖος Ἀπόστολος· Πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε· ἀπρόσκοποι γίνεσθε καὶ Ἰουδαίοις, καὶ Ἕλλησι, καὶ τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ· καθὼς κἀγὼ πάντα πᾶσιν ἀρέσκω, μὴ ζητῶν τὸ ἐμαυτοῦ συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσι· μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ· εἰ δέ τις φωραθείη τὸ τοιοῦτον πράττων καθαιρείσθω.
Κανὼν ΙΓ´
Ἐπειδὴ τῇ Ῥωμαίων ἐκκλησίᾳ ἐν τάξει κανόνος παραδεδόσθαι διέγνωμεν, τοὺς μέλλοντας διακόνου, ἢ πρεσβυτέρου χειροτονίας ἀξιοῦσθαι, καθομολογεῖν, ὡς οὐκέτι ταῖς αὐτῶν συνάπτονται γαμεταῖς· ἡμεῖς τῷ ἀρχαίῳ ἐξακολοθοῦντες κανόνι τῆς ἀποστολικῆς ἀκριβείας καὶ τάξεως, τὰ τῶν ἱερῶν ἀνδρῶν κατὰ νόμους συνοικέσια, καὶ ἀπὸ τοῦ νῦν ἐῤῥῶσθαι βουλόμεθα, μηδαμῶς αὐτῶν τὴν πρὸς γαμετὰς συνάφειαν διαλύοντες, ἢ ἀποστεροῦντες αὐτοὺς τὴν πρὸς ἀλλήλους κατὰ καιρὸν τὸν προσήκοντα ὁμιλίας. Ὥστε, εἴ τις ἄξιος εὑρεθείη πρὸς χειροτονίαν ὑποδιακόνου, ἢ διακόνου, ἢ πρεσβυτέρου, οὗτος μηδαμῶς κωλυέσθω ἐπὶ τοιοῦτον βαθμὸν ἐμβιβάζεσθαι, γαμετῇ συνοικῶν νομίμῳ· μήτε μὴν ἐν τῷ τῆς χειροτονίας καιρῷ ἀπαιτείσθω ὁμολογεῖν, ὡς ἀποστήσεται τῆς νομίμου πρὸς τὴν οἰκείαν γαμετὴν ὁμιλίας, ἵνα μὴ ἐντεῦθεν τὸν ἐκ Θεοῦ νομοθετηθέντα, καὶ εὐλογηθέντα τῇ αὐτοῦ παρουσίᾳ γάμον καθυβρίζειν ἐκβιασθῶμεν· τῆς τοῦ Εὐαγγελίου φωνῆς βοώσης· Ἃ ὁ Θεὸς ἔζευξεν, ἄνθρωπος μὴ χωριζέτω· καὶ τοῦ Ἀποστόλου διδάσκοντος· Τίμιον τὸν γάμον, καὶ τὴν κοίτην ἀμίαντον· καί, Δέδεσαι γυναικί; μὴ ζήτει λύσιν. Ἴσμεν δέ, ὥσπερ καὶ οἱ ἐν Καρθαγένῃ συνελθόντες, τῆς ἐν βίῳ σεμνότητος τῶν λειτουργῶν τιθέμενοι πρόνοιαν, ἔφασαν, ὥστε τοὺς ὑποδιακόνους, τοὺς τὰ ἱερὰ μυστήρια ψηλαφῶντας, καὶ τοὺς διακόνους, καὶ πρεσβυτέρους, κατὰ τοὺς ἰδίους ὅρους καὶ ἐκ τῶν συμβίων ἐγκρατεύεσθαι· ἵνα καὶ τὸ διὰ τῶν Ἀποστόλων παραδοθέν, καὶ ἐξ αὐτῆς τῆς ἀρχαιότητος κρατηθέν, καὶ ἡμεῖς ὁμοίως φυλάξωμεν, καιρὸν ἐπὶ παντὸς ἐπιστάμενοι πράγματος, καὶ μάλιστα νηστείας καὶ προσευχῆς. Χρὴ γὰρ τοὺς τῷ θυσιαστηρίῳ προσεδρεύοντας, ἐν τῷ καιρῷ τῆς τῶν ἁγίων μεταχειρήσεως, ἐγκρατεῖς εἶναι ἐν πᾶσιν, ὅπως δυνηθῶσιν, ὃ παρὰ τοῦ Θεοῦ ἁπλῶς αἰτοῦσιν ἐπιτυχεῖν. Εἴ τις οὖν τολμήσοι παρὰ τοὺς ἀποστολικοὺς κανόνας κινούμενος, τινὰ τῶν ἱερωμένων, πρεσβυτέρων, φαμέν, ἢ διακόνων, ἢ ὑποδιακόνων, ἀποστερεῖν τῆς πρὸς τὴν νόμιμον γυναῖκα συναφείας τε καὶ κοινωνίας, καθαιρείσθω· ὡσαύτως καὶ εἴ τις πρεσβύτερος, ἢ διάκονος, τὴν ἑαυτοῦ γυναῖκα προφάσει εὐλαβείας ἐκβάλλει, ἀφοριζέσθῳ· ἐπιμένων δέ, καθαιρείσθω.
Κανὼν ΙΔ´
Ὁ τῶν ἁγίων καὶ θεοφόρων ἡμῶν Πατέρων κρατείτω Κανὼν καὶ ἐν τούτῳ, ὥστε πρεσβύτερον πρὸ τῶν τριάκοντα ἐτῶν μὴ χειροτονεῖσθαι, κἂν πάνυ ᾖ ὁ ἄνθρωπος ἄξιος, ἀλλ᾿ ἀποτηρεῖσθαι. Ὁ γὰρ Κύριος Ἰησοῦς Χριστὸς ἐν τῷ τριακοστῷ ἔτει ἐβαπτίσθη, καὶ ἤρξατο διδάσκειν· ὁμοίως μήτε διάκονος πρὸ τῶν εἰκοσιπέντε χρόνων, ἢ διακόνισσα πρὸ τῶν τεσσαράκοντα ἐτῶν χειροτονείσθω.
Κανὼν ΙΕ´
Ὑποδιάκονος μὴ ἦττον τῶν εἴκοσι ἐτῶν χειροτονείσθω· εἰ δέ τις τῶν ἐν οἱᾳοῦν ἱερατικῇ καταστάσει παρὰ τοὺς ὁρισθέντας χειροτονηθείη χρόνους, καθαιρείσθω.
Κανὼν ΙΣΤ´
Ἐπειδὴ ἡ τῶν Πράξεων βίβλος ἑπτὰ διακόνους ὑπὸ τῶν Ἀποστόλων καταστῆναι παραδίδωσιν, οἱ δὲ τῆς κατὰ Νεοκαισάρειαν συνόδου οὕτως ἐν τοῖς ἐκτεθεῖσι παρ᾿ αὐτῶν κανόσι σαφῶς διεξῆλθον, ὅτι διάκονοι ἑπτὰ ὀφείλουσιν εἶναι, κατὰ τὸν κανόνα, κἂν πάνυ μεγάλη ἡ πόλις ᾖ· πεισθείσῃ δὲ καὶ ἐκ τῆς βίβλου τῶν Πράξεων· ἡμεῖς τῷ ἀποστολικῷ ῥητῷ τὸν νοῦν ἐφαρμόσαντες τῶν Πατέρων, εὕρομεν, ὡς ὁ λόγος αὐτοῖς οὐ περὶ τῶν τοῖς μυστηρίοις διακονουμένων ἀνδρῶν ἦν, ἀλλὰ περὶ τῆς ἐν ταῖς χρείαις τῶν τραπεζῶν ὑπουργίας, τῆς τῶν Πράξεων βίβλου οὕτως ἐχούσης· Ἐν ταῖς ἡμέραις ἐκείναις, πληθυνόντων τῶν μαθητῶν, ἐγένετο γογγυσμὸς τῶν Ἑλληνιστῶν πρὸς τοὺς Ἑβραίους, ὅτι παρεθεωροῦντο ἐν τῇ διακονίᾳ τῇ καθημερινῇ αἱ χῆραι αὐτῶν. Προσκαλεσάμενοι οὖν οἱ δώδεκα τὸ πλῆθος τῶν μαθητῶν, εἶπον· οὐκ ἀρεστὸν ἡμᾶς καταλείψαντας τὸν λόγον τοῦ Θεοῦ, διακονεῖν τραπέζαις. Ἐπισκέψασθε οὖν, ἀδελφοί, ἄνδρας ἐξ ὑμῶν μαρτυρουμένους ἑπτά, πλήρεις Πνεύματος ἁγίου καὶ σοφίας, οὖς καταστήσωμεν, ἐπὶ τῆς χρείας ταύτης· ἡμεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου προσκαρτερήσομεν· καὶ ἤρεσεν ὁ λόγος ἐνώπιον παντὸς τοῦ πλήθους· καὶ ἐξελέξαντο Στέφανον, ἄνδρα πλήρη πίστεως καὶ Πνεύματος ἁγίου, καὶ Φίλιππον, καὶ Πρόχορον, καὶ Νικάνορα, καὶ Τίμωνα, καὶ Παρμενᾶν, καὶ Νικόλαον, προσήλυτον Ἀντιοχέα, οὓς ἔστησαν ἐνώπιον τῶν Ἀποστόλων. Ταῦτα διερμηνεύων ὁ τῆς ἐκκλησίας διδάσκαλος Ἰωάννης ὁ Χρυσόστομος, οὕτω διέξεισι. Θαυμάσαι ἄξιον, πὼς οὐκ ἐσχίσθη τὸ πλῆθος ἐπὶ τῇ αἱρέσει τῶν ἀνδρῶν, πῶς οὐκ ἀπεδοκιμάσθησαν ὑπ᾿ αὐτῶν οἱ Ἀπόστολοι· ὁποῖον δὲ ἆρα ἀξίωμα οὗτοι εἶχον, καὶ ποίαν ἐδέξαντο χειροτονίαν, ἀναγκαῖον μαθεῖν. Ἆρα τὴν τῶν διακόνων; καὶ μὴν τοῦτο ἐν ταῖς ἐκκλησίαις οὐκ ἔστιν· ἀλλὰ τῶν πρεσβυτέρων ἐστὶν ἡ οἰκονομία; καὶ τοι οὐδέπω οὐδεὶς ἐπίσκοπος ἦν, ἀλλ᾿ οἱ Ἀπόστολοι μόνον· ὅθεν οὔτε διακόνων, οὔτε πρεσβυτέρων οἶμαι τὸ ὄνομα εἶναι δῆλον καὶ φανερόν. Ἐπὶ τούτοις οὖν κηρύσσομεν καὶ ἡμεῖς, ὥστε τοὺς προειρημένους ἑπτὰ διακόνους, μὴ ἐπὶ τῶν τοῖς μυστηρίοις διακονουμένων λαμβάνεσθαι, κατὰ τὴν προερμηνευθεῖσαν διδασκαλίαν· ἀλλὰ τοὺς τὴν οἰκονομίαν τῆς κοινῆς χρείας τῶν τότε συνηθροισμένων ἐγχειρισθέντας, τούτους ὑπάρχειν· οἳ τύπος ἡμῖν κἂν τούτῳ γεγόνασι τῆς περὶ τοὺς δεομένους φιλανθρωπίας τε καὶ σπουδῆς.
Κανὼν ΙΖ´
Ἐπειδή περ διαφόρων ἐκκλησιῶν κληρικοί, τὰς ἰδίας, ἐν αἷς ἐχειροτονήθησαν, ἐκκλησίας καταλιπόντες, πρὸς ἑτέρους συνέδραμον ἐπισκόπους, καὶ γνώμης δίχα τοῦ οἰκείου ἐπισκόπου, ἐν ταῖς ἀλλοτρίαις κατετάγησαν ἐκκλησίαις, ἐκ τούτου τε συνέβη ἀνυποτάκτους αὐτοὺς καταστῆναι· ὁρίζομεν, ὥστε, ἀπὸ τοῦ Ἰανουαρίου μηνὸς τῆς παρελθούσης τετάρτης ἐπινεμήσεως, μηδένα τῶν ἁπάντων κληρικῶν, κἂν ἐν οἱῳδήποτε τυγχάνῃ βαθμῷ, ἄδειαν ἔχειν, ἐκτὸς τῆς τοῦ οἰκείου ἐπισκόπου ἐγγράφου ἀπολυτικῆς, ἐν ἑτέρᾳ κατατάττεσθαι ἐκκλησίᾳ· ἐπεὶ ὁ μὴ τοῦτο ἀπὸ τοῦ νῦν παραφυλαττόμενος, ἀλλὰ καταισχύνων τό γε ἐπ᾿ αὐτὸν τὸν τὴν χειροτονίαν αὐτῷ ἐπιτεθεικότα, καθαιρείσθω καὶ αὐτός, καὶ ὁ παραλόγως αὐτὸν προσδεξάμενος.
Κανὼν ΙΗ´
Τοὺς προφάσει βαρβαρικῆς ἐπιδρομῆς, ἢ ἄλλως πως ἐκ περιστάσεως μετανάστας γενομένους κληρικούς, ἡνίκα ἂν ὁ τρόπος αὐτοῖς ἀποπαύσηται, ἢ αἱ τῶν βαρβάρων ἐπιδρομαί, δι᾿ ἃς τὴν ἀναχώρησιν ἐποιήσαντο, αὖθις ἐν ταῖς οἰκείαις ἐκκλησίαις προστάσσομεν ἐπανέρχεσθαι, καὶ μὴ ἐπὶ πολὺ ταύτας ἀπροφασίστως καταλιμπάνειν. Εἰ δέ τις μὴ κατὰ τὸν παρόντα διαγένηται κανόνα, ἀφοριζέσθω, μέχρις ἂν πρὸς τὴν οἰκείαν ἐκκλησίαν ἐπαναδράμῃ. Τὸ αὐτὸ δὲ τοῦτο, καὶ ἐπὶ τῷ κατέχοντι αὐτὸν ἐπισκόπῳ γινέσθῳ.
Κανὼν ΙΘ´
Ὅτι δεῖ τοὺς τῶν ἐκκλησιῶν προεστῶτας, ἐν πάσῃ μὲν ἡμέρᾳ, ἐξαιρέτως δὲ ἐν ταῖς Κυριακαῖς, πάντα τὸν κλῆρον καὶ τὸν λαὸν ἐκδιδάσκειν τοὺς τῆς εὐσεβείας λόγους, ἐκ τῆς θείας γραφῆς ἀναλεγομένους τὰ τῆς ἀληθείας νοήματά τε, καὶ κρίματα, καὶ μὴ παρεκβαίνοντας τοὺς ἤδη τεθέντας ὅρους, ἢ τὴν ἐκ τῶν θεοφόρων Πατέρων παράδοσιν. Ἀλλὰ καὶ εἰ γραφικὸς ἀνακινηθείη λόγος, μὴ ἄλλως τοῦτον ἑρμηνευέτωσαν, ἢ ὡς ἂν οἱ τῆς ἐκκλησίας φωστῆρες, καὶ διδάσκαλοι, διὰ τῶν οἰκείων συγγραμμάτων παρέθεντο· καὶ μᾶλλον ἐν τούτοις εὐδοκιμείτωσαν, ἢ λόγους οἰκείους συντάττοντες· ἵνα μή, ἔστιν ὅτε, πρὸς τοῦτο ἀπόρως ἔχοντες, ἀποπίπτοιεν τοῦ προσήκοντος. Διὰ γὰρ τῆς τῶν προειρημένων Πατέρων διδασκαλίας, οἱ λαοὶ ἐν γνώσει γινόμενοι τῶν τε σπουδαίων καὶ αἱρετῶν, καὶ τῶν ἀσυμφόρων καὶ ἀποβλήτων, τὸν βίον μεταῤῥυθμίζουσι πρὸς τὸ βέλτιον, καὶ τῷ τῆς ἀγνοίας οὐχ ἁλίσκονται πάθει, ἀλλὰ προσέχοντες τῇ διδασκαλίᾳ, ἑαυτοὺς πρὸς τὸ μὴ κακῶς παθεῖν παραθήγουσι, καὶ φόβῳ τῶν ἐπηρτημένων τιμωριῶν τὴν σωτηρίαν ἑαυτοῖς ἐξεργάζονται.
Κανὼν Κ´
Μὴ ἐξέστω ἐπισκόπῳ εἰς ἑτέραν τὴν μὴ αὐτῷ προσήκουσαν πόλιν δημοσίᾳ διδάσκειν· εἰ δέ τις φωραθείη τοῦτο ποιῶν, τῆς ἐπισκοπῆς παυέσθω· τὰ δὲ τοῦ πρεσβυτέρου ἐνεργείτω.
Κανὼν ΚΑ´
Οἱ ἐπ᾿ ἐγκλήμασι κανονικοῖς ὑπεύθυνοι γινόμενοι, καὶ διὰ τοῦτο παντελεῖ τε καὶ διηνεκεῖ καθαιρέσει ὑποβαλλόμενοι, καὶ ἐν τῷ τῶν λαϊκῶν ἀπωθούμενοι τόπῳ· εἰ μὲν ἑκουσίως πρὸς ἐπιστροφὴν ὁρῶντες ἀθετοῦσι τὴν ἁμαρτίαν, δι᾿ ἣν τῆς χάριτος ἐκπεπτώκασι, καὶ ταύτης τέλεον ἀλλοτρίους ἑαυτοὺς καθιστῶσι, τῷ τοῦ κλήρου κειρέσθωσαν σχήματι· εἰ δὲ μὴ τοῦτο αὐθαιρέτως αἱρήσονται, καθάπερ οἱ λαϊκοί, τὴν κόμην ἐπιτρεφέτωσαν, ὡς τὴν ἐν κόσμῳ ἀναστροφὴν τῆς οὐρανίου ζωῆς προτιμήσαντες.
Κανὼν ΚΒ´
Τοὺς ἐπὶ χρήμασι χειροτονουμένους, εἴτε ἐπισκόπους, ἢ οἱουσδήποτε κληρικούς, καὶ οὐ κατὰ δοκιμασίαν, καὶ τοῦ βίου αἵρεσιν, καθαιρεῖσθαι προστάσσομεν· ἀλλὰ καὶ τοὺς χειροτονήσαντας.
Κανὼν ΚΓ´
Περὶ τοῦ μηδένα τῶν εἴτε ἐπισκόπων, εἴτε πρεσβυτέρων, ἢ διακόνων, τῆς ἀχράντου μεταδιδόντα κοινωνίας, παρὰ τοῦ μετέχοντος εἰσπράττειν, τῆς τοιαύτης μεταλήψεως χάριν, ὀβολούς, ἢ εἶδος τὸ οἱονοῦν. Οὐδὲ γὰρ πεπραμένη ἡ χάρις, οὐδὲ χρήμασι τὸν ἁγιασμὸν τοῦ Πνεύματος μεταδιδόαμεν, ἀλλὰ τοῖς ἀξίοις τοῦ δώρου ἀπανουργεύτως μεταδοτέον. Εἰ δὲ φανείη τις τῶν ἐν κλήρῳ καταλεγομένων ἀπαιτῶν, ᾧ μεταδίδωσι τῆς ἀχράντου κοινωνίας, τὸ οἱονοῦν εἶδος, καθαιρείσθω, ὡς τῆς Σίμωνος ζηλωτής πλάνης καὶ κακουργίας.
Κανὼν ΚΔ´
Μὴ ἐξέστῳ τινὶ τῶν ἐν τῷ ἱερατικῷ καταλεγομένων τάγματι, ἢ μοναχῶν, ἐν ἱπποδρομίαις ἀνιέναι, ἢ θυμελικῶν παιγνίων ἀνέχεσθαι· ἀλλ᾿ εἰ καί τις κληρικὸς κληθείη ἐν γάμῳ, ἡνίκα ἂν τὰ πρὸς ἀπάτην εἰσέλθοιεν παίγνια, ἐξαναστήτῳ, καὶ παραυτίκα ἀναχωρείτω, οὕτω τῆς τῶν Πατέρων ἡμῖν προσταττούσης διδασκαλίας. Εἰ δέ τις ἐπὶ τούτῳ ἁλῷ, ἢ παυσάσθω, ἢ καθαιρείσθω.
Κανὼν ΚΕ´
Πρὸς τοῖς ἄλλοις ἀνανεοῦμεν καὶ τὸν κανόνα τὸν διαγορεύοντα τὰς καθ᾿ ἑκάστην ἐκκλησίαν ἀγροικικὰς παροικίας, ἢ ἐγχωρίους, μένειν ἀπαρασαλεύτους παρὰ τοῖς κατέχουσιν αὐτὰς ἐπισκόποις, καὶ μάλιστα, εἰ τριακονταετῆ χρόνον αὐτὰς ἀβιάστως διακατέχοντες ᾠκονόμησαν. Εἰ δὲ ἐντὸς τῶν τριάκοντα ἐτῶν γεγένηταί τις, ἢ γένηται περὶ αὐτῶν ἀμφισβήτησις, ἐξεῖναι τοῖς λέγουσιν ἠδικεῖσθαι, περὶ τούτου κινεῖν παρὰ τῇ συνόδῳ τῆς ἐπαρχίας.
Κανὼν ΚΣΤ´
Πρεσβύτερον, τὸν κατὰ ἄγνοιαν ἀθέσμῳ γάμῳ περιπαρέντα, καθέδρας μὲν μετέχειν, κατὰ τὰ ὑπὸ τοῦ ἱεροῦ κανόνος ἡμῖν νομοθετηθέντα, τῶν δὲ λοιπῶν ἐνεργειῶν ἀπέχεσθαι· ἀρκετὸν γὰρ τῷ τοιούτῳ ἡ συγγνώμη. Εὐλογεῖν δὲ ἕτερον τὸν τὰ οἰκεῖα τημελεῖν ὀφείλοντα τραύματα, ἀνακόλουθον· εὐλογία γάρ, ἁγιασμοῦ μετάδοσίς ἐστιν· ὁ δὲ τοῦτον μὴ ἔχων, διὰ τὸ ἐκ τῆς ἀγνοίας παράπτωμα, πῶς ἑτέρῳ μεταδώσει; Μήτε τοίνυν δημοσίᾳ, μήτε ἰδίᾳ εὐλογείτω· μήτε τὸ σῶμα τοῦ Κυρίου διανεμέτω ἑτέροις, μήτε τι ἄλλο λειτουργείτω· ἀλλ᾿ ἀρκούμενος τῇ προεδρίᾳ προσκλαιέτω τῷ Κυρίῳ, συνχωρηθῆναι αὐτῷ τὸ ἐκ τῆς ἀγνοίας ἀνόμημα. Πρόδηλον γάρ, ὡς ὁ τοιοῦτος ἄθεσμος γάμος διαλυθήσεται, καὶ οὐδαμῶς ὁ ἀνὴρ μετουσίαν ἕξει πρὸς τήν, δι᾿ ἧς τῆς ἱερᾶς ἐνεργείας ἐστέρηται.
Κανὼν ΚΖ´
Μηδεὶς τῶν ἐν κλήρῳ καταλεγομένων ἀνοίκειον ἐσθῆτα ἀμφιεννύσθω, μήτε ἐν πόλει διάγων, μήτε ἐν ὁδῷ βαδίζων, ἀλλὰ στολαῖς κεχρήσθω ταῖς ἤδη τοῖς ἐν κλήρῳ καταλεγομένοις ἀπονεμηθείσαις· εἰ δέ τις διαπράξοιτο τὸ τοιοῦτον, ἐπὶ ἑβδομάδα μίαν ἀφοριζέσθω.
Κανὼν ΚΗ´
Ἐπειδὴ ἐν διαφόροις ἐκκλησίαις μεμαθήκαμεν, σταφυλῆς ἐν τῷ θυσιαστηρίῳ προσφερομένης κατά τι κρατῆσαν ἔθος, τοὺς λειτουργοὺς ταύτην τῇ ἀναιμάκτῳ τῆς προσφορᾶς θυσίᾳ συνάπτοντας, οὕτως ἅμα τῷ λαῷ διανέμειν ἀμφότερα, συνείδομεν, ὥστε μηκέτι τοῦτό τινα τῶν ἱερωμένων ποιεῖν, ἀλλ᾿ εἰς ζωοποίησιν, καὶ ἁμαρτιῶν ἄφεσιν, τῷ λαῷ τῆς προσφορᾶς μόνης μεταδιδόναι· ὡς ἀπαρχὴν δὲ τὴν τῆς σταφυλῆς λογιζομένους προσένεξιν, ἰδικῶς τοὺς ἱερεῖς εὐλογοῦντας, τοῖς αἰτοῦσι ταύτης μεταδιδόναι, πρὸς τὴν τοῦ δοτῆρος τῶν καρπῶν εὐχαριστίαν, δι᾿ ὧν τὰ σώματα ἡμῶν, κατὰ τὸν θεῖον ὅρον, αὔξει τε καὶ ἐκτρέφεται. Εἴ τις οὖν κληρικὸς παρὰ τὰ διατεταγμένα ποιήσοι, καθαιρείσθω.
Κανὼν ΚΘ´
Ὁ τῶν ἐν Καρθαγένῃ διαγορεύει κανών, ὥστε, ἅγια θυσιαστηρίου, εἰ μὴ ὑπὸ νηστικῶν ἀνθρώπων, μὴ ἐπιτελεῖσθαι, ἐξῃρημένης μιᾶς ἐτησίας ἡμέρας, ἐν ᾖ τὸ Κυριακὸν δεῖπνον ἐπιτελεῖται, ἴσως τηνικαῦτα, διά τινας κατὰ τοὺς τόπους προφάσεις τῇ ἐκκλησίᾳ λυσιτελεῖς, τῶν θείων ἐκείνων Πατέρων τοιαύτῃ χρησαμένων οἰκονομίᾳ. Μηδενὸς οὖν ἡμᾶς ἐνάγοντος καταλιπεῖν τὴν ἀκρίβειαν, ὁρίζομεν, ἀποστολικαῖς καὶ πατρικαῖς ἑπόμενοι παραδόσεσι, μὴ δεῖν ἐν Τεσσαρακοστῇ τῇ ὑστέρᾳ ἑβδομάδι τὴν πέμπτην λύει, καὶ ὅλην τὴν Τεσσαρακοστὴν ἀτιμάζειν.
Κανὼν Λ´
Πάντα πρὸς οἰκοδομὴν τῆς ἐκκλησίας βουλόμενοι διαπράττεσθαι, καὶ τοὺς ἐν ταῖς βαρβαρικαῖς ἐκκλησίαις ἱερέας οἰκονομεῖν διεγνώκαμεν· ὥστε, εἰ τὸν ἀποστολικὸν κανόνα, τὸν περὶ τοῦ προφάσει εὐλαβείας τὴν οἰκείαν γαμετὴν μὴ ἐκβάλλειν, ὑπεραναβαίνειν οἴονται δεῖν, καὶ πέραν τῶν ὁρισθέντων ποιεῖν, ἐκ τούτου τε μετὰ τῶν οἰκείων συμφωνοῦντες συμβίων, τῆς πρὸς ἀλλήλους ὁμιλίας ἀπέχονται· ὁρίζομεν, τούτους μηκέτι ταύταις συνοικεῖν καθ᾿ οἱονδήποτε τρόπον, ὡς ἂν ἡμῖν ἐντεῦθεν ἐντελῆ τῆς ὑποσχέσεως παρέξοιεν τὴν ἀπόδειξιν. Πρὸς τοῦτο δὲ αὐτοῖς, οὐ δι᾿ ἄλλο τι, ἢ διὰ τὴν τῆς γνώμης μικροψυχίαν, καὶ τὸ τῶν ἠθῶν ἀπεξενωμένον, καὶ ἀπαγές, ἐνδεδώκαμεν.
Κανὼν ΛΑ´
Τοὺς ἐν τοῖς εὐκτηρίοις οἴκοις, ἔνδον οἰκίας τυγχάνουσι, λειτουργοῦντας, ἢ βαπτίζοντας κληρικούς, ὑπὸ γνώμην τοῦτο πράττειν τοῦ κατὰ τόπον ἐπισκόπου, ὁρίζομεν· ὥστε, εἴ τις κληρικὸς μὴ τοῦτο οὕτω παραφυλάξῃ, καθαιρείσθω.
Κανὼν ΛΒ´
Ἐπειδὴ εἰς γνῶσιν ἡμετέραν ᾖλθεν, ὡς ἐν τῇ τῶν Ἀρμενίων χώρᾳ οἶνον μόνον ἐν τῇ ἱερᾷ τραπέζῃ προσάγουσιν, ὕδωρ αὐτῷ μὴ μιγνύντες, οἱ τὴν ἀναίμακτον θυσίαν ἐπιτελοῦντες, προτιθέμενοι τὸν τῆς ἐκκλησίας διδάσκαλον Ἰωάννην τὸν Χρυσόστομον, φάσκοντα, διὰ τῆς εἰς τὸ κατὰ Ματθαῖον Εὐαγγέλιον ἑρμηνείας, ταῦτα· Τίνος ἕνεκεν οὐχ ὕδωρ ἔπιεν ἀναστάς, ἀλλ᾿ οἶνον; ἄλλην αἵρεσιν πονηρὰν πρόρριζον ἀνασπῶν· ἐπειδὴ γάρ εἰσί τινες ἐν τοῖς μυστηρίοις ὕδατι κεχρημένοι, δεικνύς, ὅτι, καὶ ἡνίκα τὰ μυστήρια παρέδωκε, καὶ ἡνίκα ἀναστάς, χωρὶς μυστηρίων καὶ ψιλὴν τράπεζαν παρετίθετο, οἴνῳ ἐχρῆτο ἐκ τοῦ γεννήματος, φησί, τῆς ἀμπέλου· ἄμπελος δὲ οἶνον, οὐχ ὕδωρ γεννᾷ· ἐκ τούτου τε τὸν διδάσκαλον οἴονται ἀνατρέπειν τὴν τοῦ ὕδατος ἐν τῇ ἱερᾷ θυσίᾳ προσαγωγήν. Ὡς ἂν μὴ καὶ ἀπὸ τοῦ νῦν κατέχοιντο τῇ ἀγνοίᾳ, τὴν τοῦ Πατρὸς διάνοιαν ὀρθοδόξως ἀποκαλύπτομεν. Τῆς γὰρ πονηρᾶς τῶν Ὑδροπαραστατῶν αἱρέσεως παλαιᾶς ὑπαρχούσης, οἳ ἀντὶ οἴνου μόνῳ τῷ ὕδατι ἐν τῇ οἰκείᾳ θυσίᾳ κέχρηνται, ἀνασκευάζων οὗτος ὁ θεοφόρος ἀνὴρ τὴν παράνομον τῆς τοιαύτης αἱρέσεως διδαχήν, καὶ δεικνὺς, ὡς ἐξ ἐναντίας τῆς ἀποστολικῆς ἵενται παραδόσεως, τὸν εἰρημένον κατεσκεύασε λόγον. Ἐπεὶ καὶ τῇ κατ᾿ αὐτὸν ἐκκλησίᾳ, ἔνθα τὴν ποιμαντικὴν ἐνεχειρίσθη ἡγεμονίαν, ὕδωρ οἴνῳ μιγνῦναι παρέδωκεν, ἡνίκα τὴν ἀναίμακτον θυσίαν ἐπιτελεῖσθαι δεήσειε, τὴν ἐκ τῆς τιμίας πλευρᾶς τοῦ λυτρωτοῦ ἡμῶν καὶ Σωτῆρος Χριστοῦ τοῦ θεοῦ ἐξ αἵματος καὶ ὕδατος κρᾶσιν παραδεικνύς, ἥτις εἰς ζωοποίησιν παντὸς τοῦ κόσμου ἐξεχύθη, καὶ ἁμαρτιῶν ἀπολύτρωσιν· καὶ κατὰ πᾶσαν δὲ ἐκκλησίαν, ἔνθα οἱ πνευματικοὶ φωστῆρες ἐξέλαμψαν, ἡ θεόσδοτος αὕτη τάξις κρατεῖ. Καὶ γὰρ καὶ Ἰάκωβος ὁ κατὰ σάρκα Χριστοῦ τοῦ Θεοῦ ἡμῶν ἀδελφός, ὃς τῆς Ἱεροσολυμιτῶν ἐκκλησίας πρῶτος τὸν θρόνον ἐνεπιστεύθη, καὶ Βασίλειος ὁ τῆς Καισαρέων ἀρχιεπίσκοπος, οὗ τὸ κλέος κατὰ πᾶσαν τὴν οἰκουμένην διέδραμεν, ἐγγράφως τὴν μυστικὴν ἡμῖν ἱερουργίαν παραδεδωκότες, οὕτω τελειοῦν ἐν τῇ θείᾳ λειτουργίᾳ ἐξ ὕδατός τε καὶ οἴνου τὸ ἱερὸν ποτήριον ἐκδεδώκασι. Καὶ οἱ ἐν Καρθαγένῃ συναχθέντες ὅσιοι Πατέρες, οὕτω ῥητῶς ἐπεμνήσθησαν, ἵνα ἐν τοῖς ἁγίοις μηδὲν πλέον τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου προσενεχθείη, ὡς καὶ αὐτὸς ὁ Κύριος παραδέδωκε, τοὐτέστιν ἄρτου καὶ οἴνου ὕδατι μεμιγμένου. Εἴ τις οὖν ἐπίσκοπος, ἢ πρεσβύτερος, μὴ κατὰ τὴν παραδοθεῖσαν ὑπὸ τῶν Ἀποστόλων τάξιν ποιεῖ, καὶ ὕδωρ οἴνῳ μιγνύς, οὕτω τὴν ἄχραντον προσάγει θυσίαν, καθαιρείσθω, ὡς ἀτελῶς τὸ μυστήριον ἐξαγγέλλων, καὶ καινίζων τὰ παραδεδομένα.
Κανὼν ΛΓ´
Ἐπειδή περ ἔγνωμεν ἐν τῇ Ἀρμενίων χώρᾳ, μόνους ἐν κλήρῳ, τοὺς ἐκ γένους ἱερατικοῦ κατατάττεσθαι, Ἰουδαϊκοῖς ἔθεσιν ἑπομένων τῶν τοῦτο πράττειν ἐπιχειρούντων, τινὰς δὲ αὐτῶν καὶ μὴ ἀποκειρομένους, ἱεροψάλτας, καὶ ἀναγνώστας τοῦ θείου ναοῦ καθίστασθαι· συνείδομεν, ὥστε ἀπὸ τοῦ νῦν, μὴ ἐξεῖναι τοῖς εἰς κλῆρον βουλομένοις προάγειν τινάς, εἰς τὸ γένος ἀποβλέπειν τοῦ προχειριζομένου· ἀλλὰ δοκιμάζοντες, εἰ ἄξιοι εἶεν, κατὰ τοὺς τεθέντας ἐν τοῖς ἱεροῖς κανόσιν ὄρους, ἐν κλήρῳ καταλεγῆναι, τούτους ἐκκλησιαστικοὺς προχειρίζεσθαι, εἴτε καὶ ἐκ προγόνων γεγόνασιν ἱερέων, εἴτε καὶ μή. Ἀλλὰ μηδέ τινα τῶν ἁπάντων συγχωρεῖν ἐπ᾿ ἄμβωνος, κατὰ τὴν τῶν ἐν τῷ κλήρῳ καταλεγομένων τάξιν, τοὺς θείους τῷ λαῷ λόγους ἀποφωνεῖν· εἰ μή τι ἂν ἱερατικῇ κουρᾷ χρήσηται ὁ τοιοῦτος, καὶ τὴν εὐλογίαν ὑπὸ τοῦ οἰκείου ποιμένος κανονικῶς ὑποδέξηται. Εἰ δέ τις φωραθείη παρὰ τὰ προγεγραμμένα ποιῶν, ἀφοριζέσθω.
Κανὼν ΛΔ´
Καὶ τοῦτο δὲ τοῦ ἱερατικοῦ κανόνος σαφῶς διαγορεύοντος, ὡς τὸ τῆς συνωμοσίας, ἢ φρατρίας ἔγκλημα καὶ παρὰ τῶν ἔξω νόμων πάντη κεκώλυται, πολλῷ δὲ μᾶλλον ἐν τῇ τοῦ Θεοῦ ἐκκλησίᾳ τοῦτο γίνεσθαι ἀπαγορεύειν προσήκει· καὶ ἡμεῖς παραφυλάττειν σπουδάζομεν, ὡς εἴ τινες κληρικοί, ἢ μοναχοὶ εὑρεθεῖεν ἢ συνομνύμενοι, ἢ φατριάζοντες, ἢ κατασκευὰς τυρεύοντες ἐπισκόπων, ἢ συγκληρικῶν, ἐκπιπτέτωσαν πάντῃ τοῦ οἰκείου βαθμοῦ.
Κανὼν ΛΕ´
Μὴ ἐξέστω τινὶ τῶν ἁπάντων μητροπολιτῶν, τελευτῶντος ἐπισκόπου τελοῦντος ὑπὸ τὸν κατ᾿ αὐτὸν θρόνον, τὰ αὐτοῦ πράγματα, ἢ τῆς κατ᾿ αὐτὸν ἐκκλησίας, ἀφαιρεῖσθαι, ἢ σφετερίζεσθαι· ἀλλ᾿ ὑπὸ παραφυλακὴν ἔστωσαν τοῦ κλήρου τῆς ἐκκλησίας, ἧς ὁ τελευτήσας ἐτύγχανε πρόεδρος, μέχρι τῆς ἑτέρου ἐπισκόπου προαγωγῆς· ἐκτὸς εἰμὴ κληρικοὶ ἐν τῇ αὐτῇ ἐκκλησίᾳ οὐχ᾿ ὑπελείφθησαν· τηνικαῦτα γὰρ ὁ μητροπολίτης ταῦτα παραφυλάξει ἀμείωτα, τῷ χειροτονηθησομένῳ ἐπισκόπῳ πάντα ἀποδιδούς.
Κανὼν ΛΣΤ´
Ἀνανεούμενοι τὰ παρὰ τῶν ἑκατὸν πεντήκοντα ἁγίων Πατέρων, τῶν ἐν τῇ θεοφυλάκτῳ ταύτῃ καὶ βασιλίδι πόλει συνελθόντων, καὶ τῶν ἑξακοσίων τριάκοντα, τῶν ἐν Χαλκηδόνι συναθροισθέντων νομοθετηθέντα, ὁρίζομεν, ὥστε τὸν Κωνσταντινουπόλεως θρόνον τῶν ἴσων ἀπολαύειν πρεσβείων τοῦ τῆς πρεσβυτέρας Ῥώμης θρόνου, καὶ ἐν τοῖς ἐκκλησιαστικοῖς, ὡς ἐκεῖνον, μεγαλύνεσθαι πράγμασι, δεύτερον μετ᾿ ἐκεῖνον ὑπάρχοντα, μεθ᾿ ὃν τῆς Ἀλεξανδρέων μεγαλοπόλεως ἀριθμείσθω θρόνος, εἶτα ὁ Ἀντιοχείας, καὶ μετὰ τοῦτον, ὁ τῆς Ἱεροσολυμιτῶν πόλεως.
Κανὼν ΛΖ´
Ἐπειδὴ κατὰ διαφόρους καιροὺς βαρβαρικαὶ γεγόνασιν ἔφοδοι, καὶ πλεῖσται πόλεις ἐντεῦθεν ὑποχείριοι τοῖς ἀνόμοις κατέστησαν, ὡς ἐντεῦθεν μὴ δυνηθῆναι τὸν τῆς τοιαύτης πόλεως πρόεδρον, μετὰ τὴν ἐπ᾿ αὐτῷ χειροτονίαν, τὸν οἰκεῖον θρόνον καταλαβεῖν, καὶ ἐν αὐτῷ ἱερατικῇ καταστάσει ἐνιδρυθῆναι, καὶ οὕτω κατὰ τὸ κρατῆσαν ἔθος τὰς χειροτονίας, καὶ πάντα, ἃ τῷ ἐπισκόπῳ ἀνῆκει, πράττειν τε καὶ μεταχειρίζεσθαι· ἡμεῖς τὸ τίμιον, καὶ σεβάσμιον τῇ ἱερωσύνῃ φυλάττοντες, καὶ μηδαμῶς πρὸς λύμην τῶν ἐκκλησιαστικῶν δικαίων τὴν ἐθνικὴν ἐπήρειαν ἐνεργεῖσθαι βουλόμενοι, τοῖς οὕτω χειροτονηθεῖσι, καὶ διὰ τὴν προκειμένην αἰτίαν ἐν τοῖς ἑαυτῶν μὴ ἐγκαταστᾶσι θρόνοις, τὸ ἀπροκριμάτιστον τηρεῖσθαι συνεωράκαμεν, ὥστε καὶ χειροτονίας κληρικῶν διαφόρων κανονικῶς ποιεῖν, καὶ τῇ τῆς προεδρίας αὐθεντίᾳ κατὰ τὸν ἴδιον ὅρον κεχρῆσθαι, καὶ βεβαίαν, καὶ νενομισμένην εἶναι πᾶσαν ὑπ᾿ αὐτῶν προϊοῦσαν διοίκησιν. Οὐ γὰρ ὑπὸ τοῦ τῆς ἀνάγκης καιροῦ τῆς ἀκριβείας περιγραφείσης, ὁ τῆς οἰκονομίας ὄρος περιορισθήσεται.
Κανὼν ΛΗ´
Τὸν ἐκ τῶν Πατέρων ἡμῶν τεθέντα κανόνα καὶ ἡμεῖς παραφυλάττομεν, τὸν οὕτω διαγορεύοντα· Εἴ τις ἐκ βασιλικῆς ἐξουσίας ἐκαινίσθη πόλις, ἢ αὖθις καινισθείη, τοῖς πολιτικοῖς καὶ δημοσίοις τύποις καὶ ἡ τῶν ἐκκλησιαστικῶν πραγμάτων τάξις ἀκολουθείτω.
Κανὼν ΛΘ´
Τοῦ ἀδελφοῦ καὶ συλλειτουργοῦ ἡμῶν Ἰωάννου, τοῦ τῆς Κυπρίων νήσου προέδρου, ἅμα τῷ οἰκείῳ λαῷ, ἐπὶ τὴν Ἐλλησπόντιον ἐπαρχίαν, διά τε τὰς βαρβαρικὰς ἐφόδους, διά τε τὸ τῆς ἐθνικῆς ἐλευθερωθῆναι δουλείας, καὶ καθαρῶς τοῖς σκήπτροις τοῦ χριστιανικωτάτου κράτους ὑποταγῆναι, τῆς εἰρημένης μεταναστάντος νήσου, προνοίᾳ τοῦ φιλανθρώπου Θεοῦ, καὶ μόχθῳ τοῦ φιλοχρίστου καὶ εὐσεβοῦς ἡμῶν βασιλέως, συνορῶμεν, ὥστε ἀκαινοτόμητα διαφυλαχθῆναι τὰ παρὰ τῶν ἐν Ἐφέσῳ τὸ πρότερον συνελθόντων θεοφόρων Πατέρων τῷ θρόνῳ τοῦ προγεγραμμένου ἀνδρὸς παρασχεθέντα προνόμια, ὥστε τὴν νέαν Ἰουστινιανούπολιν τὸ δίκαιον ἔχειν τῆς Κωνσταντινουπόλεως, καὶ τὸν ἐπ᾿ αὐτῇ καθιστάμενον θεοφιλέστατον ἐπίσκοπον, πάντων προεδρεύειν τῶν τῆς Ἑλλησποντίων ἐπαρχίας, καὶ ὑπὸ τῶν οἰκείων ἐπισκόπων χειροτονεῖσθαι, κατὰ τὴν ἀρχαίαν συνήθειαν. Τὰ γὰρ ἐν ἑκάστῃ ἐκκλησίᾳ ἔθη, καὶ οἱ θεοφόροι ἡμῶν Πατέρες παραφυλάττεσθαι διεγνώκασι, τοῦ τῆς Κυζικηνῶν πόλεως ἐπισκόπου ὑποκειμένου τῷ προέδρῳ τῆς εἰρημένης Ἰουστινιανουπόλεως, μιμήσει τῶν λοιπῶν ἁπάντων ἐπισκόπων, τῶν ὑπὸ τὸν λεχθέντα θεοφιλέστατον πρόεδρον Ἰωάννην, ὑφ᾿ οὗ χρείας καλούσης, καὶ ὁ τῆς αὐτῆς Κυζικηνῶν πόλεως ἐπίσκοπος χειροτονηθήσεται.
Κανὼν Μ´
Ἐπειδὴ τῷ Θεῷ κολλάσθαι, διὰ τῆς ἐκ τῶν τοῦ βίου θορύβων ἀναχωρήσεως, λίαν ἐστὶ σωτήριον, χρὴ μὴ ἀνεξετάστως ἡμᾶς παρὰ τὸν καιρὸν τοὺς τὸν μονήρη βίον αἱρουμένους προσίεσθαι, ἀλλὰ τὸν παραδοθέντα ἡμῖν παρὰ τῶν Πατέρων καὶ ἐν αὐτοῖς φυλάττειν ὅρον· ὥστε τὴν ὁμολογίαν τοῦ κατὰ Θεὸν βίου, τότε προσίεσθαι δεῖ, ὡς ἤδη βεβαίαν, καὶ ἀπὸ γνώσεως, καὶ κρίσεως γινομένην, μετὰ τὴν τοῦ λόγου συμπλήρωσιν. Ἔστω τοίνυν ὁ μέλλων τὸν μοναχικὸν ὑπέρχεσθαι ζυγόν, οὐχ ἥττων ἢ δεκαετής, ἐν τῷ προέδρῳ κειμένης καὶ τῆς ἐπὶ τούτῳ δοκιμασίας, εἰς τὸν χρόνον αὐτῷ αὐξηθῆναι λυσιτελέστερον ἡγεῖται, πρὸς τὴν ἐν τῷ βίῳ εἰσαγωγήν, καὶ κατάστασιν. Εἰ γὰρ καὶ ὁ μέγας Βασίλειος, ἐν τοῖς ἱεροῖς αὐτοῦ κανόσι, τὴν ἑκουσίως ἑαυτὴν προάγουσαν τῷ Θεῷ, καὶ τὴν παρθενίαν ἀσπαζομένην, τὸν ἐπτακαιδέκατον διανύουσαν χρόνον, τῷ τῶν παρθένων τάγματι ἀριθμεῖσθαι νομοθετεῖ· ἀλλ᾿ οὖν τῷ περὶ τῶν χηρῶν τε, καὶ διακονισσῶν παραδείγματι παρακολουθήσαντες, εἰς τὸν εἰρημένον χρόνον ἀναλόγως τοὺς τὸν μονήρη βίον ἑλομένους περιεστήσαμεν. Ἐν γὰρ τῷ θείῳ Ἀποστόλῳ γέγραπται, ἑξήκοντα ἐτῶν τὴν ἐν τῇ ἐκκλησίᾳ καταλέγεσθαι χήραν· οἱ δὲ ἱεροὶ κανόνες, τεσσαράκοντα ἐτῶν τὴν διακόνισσαν χειροτονεῖσθαι παραδεδώκασι, τὴν ἐκκλησίαν χάριτι θείᾳ κραταιοτέραν γινομένην, καὶ ἐπὶ τὰ πρόσω βαίνουσαν ἑωρακότες, καὶ τὸ τῶν πιστῶν πρὸς τὴν τῶν θείων ἐντολῶν τήρησιν πάγιόν τε καὶ ἀσφαλές· ὅπερ καὶ ἡμεῖς ἄριστα κατανοήσαντες, ἀρτίως διωρισάμεθα, τὴν εὐλογίαν τῆς χάριτος, τῷ μέλλοντι τῶν κατὰ Θεὸν ἀγώνων ἐνάρχεσθαι, ὥσπερ τινὰ σφραγῖδα ταχέως ἐνσημαινόμενοι, ἐντεῦθεν αὐτὸν πρὸς τὸ μὴ ἐπὶ πολὺ ὀκνεῖν καὶ ἀναδύεσθαι προβιβάζοντες, μᾶλλον μὲν οὖν καὶ πρὸς τὴν τοῦ ἀγαθοῦ παρορμῶντες ἐκλογὴν καὶ κατάστασιν.
Κανὼν ΜΑ´
Τοὺς ἐν πόλεσιν, ἢ χωρίοις, ἐν ἐγκλείστραις βουλομένους ἀναχωρεῖν, καὶ ἑαυτοῖς κατὰ μόνας προσέχειν, πρότερον ἐν μοναστηρίῳ εἰσιέναι δεῖ, καὶ τὴν ἀναχωρητικὴν παιδοτριβεῖσθαι διαγωγήν· καὶ ἐπὶ τριετῆ χρόνον τῷ τῆς μονῆς ἐξάρχοντι ἐν φόβῳ Θεοῦ ὑποτάττεσθαι· καὶ τὴν κατὰ πάντα, ὡς προσῆκεν, ὑπακοὴν ἐκπληροῦν, καὶ οὕτως ὁμολογοῦντας περὶ τῆς ἐν τῷ τοιούτῳ βίῳ προαιρέσεως, καὶ ὡς ἐξ ὅλης καρδίας ἑκουσίως τοῦτον ἀσπάζονται, ὑπὸ τοῦ κατὰ τόπον δοκιμάζεσθαι προέδρου. Εἶθ᾿ οὕτως, ἐφ᾿ ἕτερον ἐνιαυτόν, ἔξωθεν προσκαρτερεῖν τῆς ἐγκλείστρας, ὡς ἂν ὁ σκοπός αὐτῶν πλειόνως φανερωθείη. Τηνικαῦτα γὰρ πληροφορίαν παρέξουσιν, ὡς, οὐ κενὴν θηρώμενοι δόξαν, ἀλλὰ δι᾿ αὐτὸ τὸ ὄντως καλὸν τὴν ἡσυχίαν ταύτην μεταδιώκουσι. Μετὰ δὲ τὴν τοσούτου χρόνου συμπλήρωσιν, εἰ τῇ αὐτῇ προαιρέσει ἐμμένοιεν, ἐγκεκλεῖσθαι αὐτούς, καὶ μηκέτι τούτοις ἐξεῖναι, ὅτε βούλονται, τῆς τοιαύτης καταμονῆς ἀφίστασθαι· ἐκτός, εἰ μὴ διὰ κοινὴν λυσιτέλειαν, καὶ ὠφέλειαν, ἢ ἑτέραν ἀνάγκην πρὸς θάνατον αὐτοὺς βιαζομένην, πρὸς τοῦτο ἕλκοιντο, καὶ οὕτω μετ᾿ εὐλογίας τοῦ κατὰ τόπον ἐπισκόπου. Τῶν δὲ εἰρημένων προφάσεων δίχα ἐγχειροῦντας ἐκ τῶν καταγωγίων αὐτῶν ἐξιέναι, πρωτοτύπως μὲν ἄκοντας αὐτοὺς καθειργνύειν ἐν τῇ εἰρημένῃ ἐγκλείστρᾳ, ἔπειτα δὲ νηστείαις καὶ ἑτέραις σκληραγωγίαις αὐτοὺς θεραπεύειν, εἰδότας, κατὰ τὸ γεγραμμένον, ὡς, Οὐδεὶς βαλὼν τὴν χεῖρα αὐτοῦ ἐπ᾿ ἄροτρον, καὶ στραφεὶς εἰς τὰ ὀπίσω, εὔθετός ἐστιν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.
Κανὼν ΜΒ´
Τοὺς λεγομένους ἐρημίτας, οἵτινες μελανειμονοῦντες, καὶ τὰς κεφαλὰς κομῶντες περιάγουσι τὰς πόλεις, μεταξὺ ἀνδρῶν λαϊκῶν, καὶ γυναικῶν ἀναστρεφόμενοι, καὶ τὸ οἰκεῖον ἐπάγγελμα καθυβρίζοντες, ὁρίζομεν, εἰ μὲν αἱροῦνται, τὰς κόμας ἀποκειράμενοι, τὸ τῶν λοιπῶν μοναχῶν ἀναδέξασθαι σχῆμα, τούτους ἐν μοναστηρίῳ ἐγκαθίστασθαι, καὶ τοῖς ἀδελφοῖς ἐγκαταλέγεσθαι. Εἰ δὲ μὴ τοῦτο προέλοιντο, παντάπασιν αὐτοὺς τῶν πόλεων ἀπελαύνεσθαι, καὶ τὰς ἐρήμους οἰκεῖν, ἐξ ὧν καὶ τὰς ἐπωνυμίας ἑαυτοῖς ἀνεπλάσαντο.
Κανὼν ΜΓ´
Ἐξὸν ὑπάρχει Χριστιανῷ, τὸν ἀσκητικὸν ἑλέσθαι βίον, καί, τὴν πολυτάραχον ζάλην τῶν βιωτικῶν πραγμάτων ἀποθέμενον, ἐν μοναστηρίῳ εἰσιέναι, καὶ κατὰ τὸ μοναχικὸν σχῆμα ἀποκαρῆναι, κἂν ἐν οἱῳδήποτε πταίσματι ἁλῷ. Ὁ γὰρ Σωτὴρ ἡμῶν Θεὸς ἔφη· Τὸν ἐρχόμενον πρός με οὐ μὴ ἐκβάλω ἔξω. Ὡς οὖν τῆς μοναχικῆς πολιτείας, τὴν ἐν μετανοίᾳ στηλογραφούσης ζωὴν ἡμῖν, τῷ γνησίως ταύτῃ προστιθεμένῳ, συνευδοκοῦμεν· καὶ οὐδεὶς αὐτὸν παρεμποδίσει τρόπος πρὸς τὴν του οἰκείου σκοποῦ ἀποπλήρωσιν.
Κανὼν ΜΔ´
Μοναχὸς ἐπὶ πορνείᾳ ἁλοῦς, ἢ πρὸς γάμου κοινωνίαν, καὶ συμβίωσιν γυναῖκα ἀγόμενος, τοῖς τῶν πορνευόντων ἐπιτιμίοις κατὰ τοὺς κανόνας ὑποβληθήσεται.
Κανὼν ΜΕ´
Ἐπειδὴ μεμαθήκαμεν, ἔν τισι γυναικείοις μοναστηρίοις τὰς μελλούσας τοῦ ἱεροῦ ἐκείνου καταξιοῦσθαι σχήματος, πρότερον σηρικαῖς, καί παντοίαις στολαῖς, ἔτι μὴν καὶ κοσμίοις, χρυσῷ καὶ λίθῳ πεποικιλμένοις, ὑπὸ τῶν προσαγόντων αὐτὰς περιστέλλεσθαι, καὶ οὕτω τῷ θυσιαστηρίῳ προσιούσας, ἐκδιδύσκεσθαι τὴν τοσαύτην τῆς ὕλης ἀμφίεσιν, παραχρῆμά τε γίνεσθαι ἐπ᾿ αὐταῖς τὴν τοῦ σχήματος εὐλογίαν, καὶ τὸ μέλαν αὐτὰς ἔνδυμα ἀμφιέννυσθαι· ὁρίζομεν, ὥστε μηκέτι ἀπὸ τοῦ νῦν τοῦτο γίνεσθαι· οὐδὲ γὰρ εὐαγὲς ὑπάρχει, τὴν ἤδη διὰ τῆς οἰκείας προαιρέσεως ἀποθεμένην πᾶσαν τήν τοῦ βίου τερπνότητα, καὶ ἀσπασαμένην τὴν κατὰ Θεὸν πολιτείαν, καὶ βεβαώσασαν ταύτην λογισμοῖς ἀκλινέσι καὶ οὕτω τῷ μοναστηρίῳ προσελθοῦσαν, αὖθις εἰς ἀνάμνησιν διὰ τοῦ τοιούτου φθαρτοῦ τε καὶ ῥέοντος κόσμου ἐλθεῖν, ὧν ἤδη ἐποιήσατο λήθην· ἐκ τούτου τε ἀμφίβολον καταστῆναι, καὶ τὴν ψυχὴν ἐκταραχθῆναι, δίκην κυμάτων ἐπικλυζόντων, καὶ τῇδε κἀκεῖσε περιστρεφόντων, ὡς μήτε δάκρυον ἔστιν ὅτε λοιπὸν ἀφιεῖσαν, καὶ τὴν ἐν τῇ καρδίᾳ διὰ τοῦ σώματος κατάνυξιν ἐπιδείξασθαι. Ἀλλ᾿ εἰ καὶ βραχύ τι, ὡς εἱκός, ἐκπηδήσειε δάκρυον, μὴ μᾶλλον τῆς διὰ τὸν ἀσκητικὸν ἀγῶνα διαθέσεως χάριν, ἢ διὰ τὸ τὸν κόσμον, καὶ τὰ ἐν τῷ κόσμῳ καταλιπεῖν, παρὰ τοῖς ὁρῶσι τοῦτο προελθὸν λογισθῆναι.
Κανὼν ΜΣΤ´
Αἱ τὸν ἀσκητικὸν αἱρούμεναι βίον, καὶ ἐν μοναστηρίῳ καταταττόμεναι, καθόλου μὴ προϊέτωσαν. Εἰ δέ τις ἀπαραίτητος αὐτὰς ἀνάγκη πρὸς τοῦτο ἕλκοι, μετ᾿ εὐλογίας, καὶ ἐπιτροπῆς τῆς προεστώσης τοῦτο πραττέτωσαν· καὶ τότε μὴ μόναι καθ᾿ ἑαυτάς, ἀλλὰ μετά τινων πρεσβυτίδων, καὶ πρωτευουσῶν ἐν τῷ μοναστηρίῳ, μετ᾿ ἐντολῆς τῆς καθηγουμένης· παντελῶς δὲ αὐταῖς ἐξωκοιτεῖν οὐκ ἔξεστιν. Ἀλλὰ καὶ ἄνδρες οἱ τὸν μονήρη μετερχόμενοι βίον, χρείας ἐπειγούσης, καὶ αὐτοὶ μετ᾿ εὐλογίας τοῦ τὴν ἠγουμενίαν ἐμπεπιστευμένου προϊέτωσαν· ὥστε οἱ παραβαίνοντες τὸν νῦν ὁρισθέντα παρ᾿ ἡμῶν ὅρον, εἴτε ἄνδρες εἶεν, εἴτε γυναῖκες, προσφόροις ἐπιτιμίοις ὑποβληθήτωσαν.
Κανὼν ΜΖ´
Μήτε ἐν ἀνδρώῳ μοναστηρίῳ γυνή, μήτε ἐν γυναικείῳ ἀνὴρ καθευδέτω· παντὸς γὰρ προσκόμματος, καὶ σκανδάλου ἔξω δεῖ εἶναι τοὺς πιστούς, καὶ πρὸς τὸ εὔσχημον, καὶ εὐπρόσδεκτον τῷ Κυρίῳ τὸν ἑαυτῶν εὐθετίζειν βίον. Εἰ δέ τις τοῦτο πράξει, εἴτε κληρικὸς εἴη, εἴτε λαϊκός, ἀφοριζέσθω.
Κανὼν ΜΗ´
Ἡ τοῦ πρὸς ἐπισκοπῇς προεδρίαν ἀναγομένου γυνή, κατὰ κοινὴν συμφωνίαν τοῦ οἰκείου ἀνδρὸς προδιαζευχθεῖσα, μετὰ τὴν ἐπ᾿ αὐτῷ τῆς ἐπισκοπῆς χειροτονίαν, ἐν μοναστηρίῳ εἰσίτω, πόῤῥω τῆς τοῦ ἐπισκόπου καταγωγῆς ᾠκοδομημένῳ, καὶ τῆς ἐκ τοῦ ἐπισκόπου προνοίας ἀπολαυέτω· εἰ δὲ καὶ ἀξία φανείη, καὶ πρὸς τὸ τῆς διακονίας ἀναβιβαζέσθω ἀξίωμα.
Κανὼν ΜΘ´
Ἀνανεούμενοι καὶ τοῦτον τὸν ἱερὸν κανόνα, ὁρίζομεν, ὥστε τὰ ἅπαξ καθιερωθέντα μοναστήρια κατὰ γνώμην ἐπισκόπου, μένειν εἰς τὸ διηνεκὲς μοναστήρια, καὶ τὰ ἀνήκοντα αὐτοῖς πράγματα φυλάττεσθαι τῷ μοναστηρίῳ, καὶ μηκέτι δύνασθαι γίνεσθαι αὐτὰ κοσμικὰ καταγώγια, μήτε δὲ ὑπό τινος τῶν ἁπάντων κοσμικοῖς ἀνδράσι ταῦτα ἐκδίδοσθαι, ἀλλ᾿ εἰ καὶ μέχρι νῦν γέγονε τοῦτο, μηδαμῶς κρατεῖσθαι ὁρίζομεν. Τοὺς δὲ ἀπὸ τοῦ παρόντος τοῦτο πράττειν ἐπιχειροῦντας, ὑποκεῖσθαι τοῖς ἐκ τῶν κανόνων ἐπιτιμίοις.
Κανὼν Ν´
Μηδένα τῶν ἁπάντων εἴτε λαϊκῶν, εἴτε κληρικῶν, κυβεύειν, ἀπὸ τοῦ νῦν· εἰ δέ τις τοιοῦτο φωραθείη πράττων, εἰ μὲν κληρικὸς εἴη, καθαιρείσθω· εἰ δὲ λαϊκός, ἀφοριζέσθω.
Κανὼν ΝΑ´
Καθόλου ἀπαγορεύει ἡ ἁγία αὕτη καὶ οἰκουμενικὴ σύνοδος, τοὺς λεγομένους μίμους, καὶ τὰ τούτων θέατρα, εἶτά γε μὴν καὶ τὰ τῶν κυνηγίων θεώρια, καὶ τὰς ἐπὶ σκηνῆς ὀρχήσεις ἐπιτελεῖσθαι. Εἰ δέ τις τοῦ παρόντος κανόνος καταφρονήσει, καὶ πρός τι ἑαυτὸν τῶν ἀπηγορευμένων τούτων ἐκδῷ, εἰ μὲν κληρικὸς εἴη, καθαιρείσθω, εἰ δὲ λαϊκός, ἀφοριζέσθω.
Κανὼν ΝΒ´
Ἐν πάσαις ταῖς τῆς ἁγίας Τεσσαρακοστῆς τῶν νηστειῶν ἡμέραις, παρεκτὸς σαββάτου, καὶ Κυριακῆς, καὶ τῆς ἁγίας τοῦ Εὐαγγελισμοῦ ἡμέρας, γινέσθω ἡ τῶν προηγιασμένων ἱερὰ λειτουργία.
Κανὼν ΝΓ´
Ἐπειδὴ μείζων ἡ κατὰ τὸ πνεῦμα οἰκειότης τῆς τῶν σωμάτων συναφείας, ἔγνωμεν δὲ ἔν τισι τόποις τινὰς ἐκ τοῦ ἁγίου καὶ σωτηριώδους βαπτίσματος παῖδας ἀναδεχομένους, καὶ μετὰ τοῦτο, ταῖς ἐκείνων μητράσι χηρευούσαις γαμικὸν συναλλάσσοντας συνοικέσιον, ὁρίζομεν, ἀπὸ τοῦ παρόντος μηδὲν τοιοῦτον πραχθῆναι. Εἰ δέ τινες μετὰ τὸν παρόντα κανόνα φωραθεῖεν τοῦτο ποιοῦντες, πρωτοτύπως μὲν οἱ τοιοῦτοι ἀφιστάσθωσαν τοῦ παρανόμου τούτου συνοικεσίου ἔπειτα δὲ καὶ τοῖς τῶν πορνευόντων ἐπιτιμίοις ὑποβληθήτωσαν.
Κανὼν ΝΔ´
Τῆς θείας ἡμᾶς οὕτω σαφῶς ἐκδιδασκούσης Γραφῆς, Οὐκ᾿ εἰσελεύσῃ πρὸς πάντα οἰκεῖον σαρκός σου, ἀποκαλύψαι ἀσχημοσύνην αὐτοῦ· ὁ θεοφόρος Βασίλειός τινας τῶν ἀπηγορευμένων γάμων ἐν τοῖς οἰκείοις κανόσιν ἀπηριθμήσατο, σιωπῇ τὰ πλεῖστα παραδραμών, καὶ κατ᾿ ἀμφότερα κατασκευάσας ἡμῖν τὸ ὠφέλιμον. Τὸ γὰρ τῶν αἰσχρῶν ὀνομασιῶν πλῆθος παραιτησάμενος, ὡς ἂν μὴ τὸν λόγον καταῤῥυπαίνοι τοῖς ῥήμασι, γενικοῖς ὀνόμασι τὰς ἀκαθαρσίας διέλαβε· δι᾿ ὧν περιεκτικῶς ἡμῖν τοὺς παρανόμους γάμους ὑπέδειξεν. Ἐπειδὴ δὲ τῇ τοιαύτῃ σιωπῇ, καὶ τῷ ἀδιαγνώστῳ τῆς τῶν ἀθέσμων γάμων ἀπαγορεύσεως, ἑαυτὴν ἡ φύσις συνέχεε, συνείδομεν γυμνότερον τὰ περὶ τούτου ἐκθέσθαι, ὁρίζοντες ἀπὸ τοῦ νῦν, τὸν τῇ οἰκείᾳ ἐξαδέλφῃ πρὸς γάμου κοινωνίαν συναπτόμενον, ἢ πατέρα καὶ υἱόν, μητρὶ καὶ θυγατρί, ἢ δυσὶ κόραις ἀδελφαῖς πατέρα καὶ υἱόν, ἢ ἀδελφοῖς δυσὶ μητέρα καὶ θυγατέρα, ἢ ἀδελφοὺς δύο δυσὶν ἀδελφαῖς, ὑπὸ τὸν τῆς ἑπταετίας πίπτειν κανόνα, ἀφισταμένων αὐτῶν προδήλως τοῦ παρανόμου συνοικεσίου.
Κανὼν ΝΕ´
Ἐπειδὴ μεμαθήκαμεν, τοὺς ἐν τῇ Ῥωμαίων πόλει, ἐν ταῖς ἁγίαις τῆς Τεσσαρακοστῆς νηστείαις, τοῖς ταύτης σάββασι νηστεύειν, παρὰ τὴν παραδοθεῖσαν ἐκκλησιαστικὴν ἀκολουθίαν· ἔδοξε τῇ ἁγίᾳ συνόδῳ, ὥστε κρατεῖν καὶ ἐπὶ τῇ Ῥωμαίων ἐκκλησίᾳ ἀπαρασαλεύτως τὸν κανόνα, τὸν λέγοντα· Εἴ τις κληρικὸς εὑρεθείη τὴν ἁγίαν Κυριακὴν νηστεύων, ἢ τὸ σάββατον, πλὴν τοῦ ἑνὸς καὶ μόνου, καθαιρείσθω· εἰ δὲ λαϊκός, ἀφοριζέσθω.
Κανὼν ΝΣΤ´
Ὡσαύτως μεμαθήκαμέν ἔν τε τῇ Ἀρμενίων χώρᾳ, καὶ ἐν ἑτέροις τόποις, ἐν τοῖς σάββασι, καὶ ἐν ταῖς Κυριακαῖς τῆς ἁγίας Τεσσαρακοστῆς, ᾠὰ καὶ τυρὸν ἐσθίειν τινάς. Ἔδοξε τοίνυν καὶ τοῦτο, ὥστε τὴν κατὰ πᾶσαν τὴν οἰκουμένην τοῦ Θεοῦ ἐκκλησίαν, μιᾷ κατακολουθοῦσαν τάξει, τὴν νηστείαν ἐπιτελεῖν, καὶ ἀπέχεσθαι, ὥσπερ θυτοῦ παντοίου, οὕτω δὴ ᾠοῦ, καὶ τυροῦ, ἃ καρπός εἰσι, καὶ γεννήματα, ὧν ἀπεχόμεθα. Εἰ δὲ μὴ τοῦτο παραφυλάττοιεν, εἰ μὲν κληρικοὶ εἶεν, καθαιρείσθωσαν· εἰ δὲ λαϊκοί, ἀφοριζέσθωσαν.
Κανὼν ΝΖ´
Ὅτι οὐ χρῇ ἐν τοῖς θυσιαστηρίοις μέλι, καὶ γάλα προσφέρεσθαι.
Κανὼν ΝΗ´
Μηδεὶς τῶν ἐν λαϊκοῖς τεταγμένων ἑαυτῷ τῶν θείων μυστηρίων μεταδιδότω, παρόντος ἐπισκόπου, ἢ πρεσβυτέρoυ, ἢ διακόνου. Ὁ δέ τι τοιοῦτο τολμῶν, ὡς παρὰ τὰ διατεταγμένα ποιῶν, ἐπὶ ἑβδομάδα μίαν ἀφοριζέσθω, ἐντεῦθεν παιδαγωγούμενος, μὴ φρονεῖν παρ᾿ ὃ δεῖ φρονεῖν.
Κανὼν ΝΘ´
Μηδαμῶς ἐν εὐκτηρίῳ οἴκῳ, ἔνδον οἰκίας τυγχάνοντι, βάπτισμα ἐπιτελείσθω· ἀλλ᾿ οἱ μέλλοντες ἀξιοῦοθαι τοῦ ἀχράντου φωτίσματος, ταῖς καθολικαῖς προσερχέσθωσαν ἐκκλησίαις, κἀκεῖσε τῆς δωρεᾶς ταύτης ἀπολαυέτωσαν. Εἰ δέ τις ἁλῷ τὰ παρ᾿ ἡμῶν ὁρισθέντα μὴ φυλάττων, εἰ μὲν κληρικὸς εἴη, καθαιρείσθω· εἰ δὲ λαϊκός, ἀφοριζέσθω.
Κανὼν Ξ´
Τοῦ Ἀποστόλου βοῶντος, ὅτι ὁ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστι, πρόδηλον, ὡς καὶ ὁ τῷ ἐναντίῳ ἑαυτὸν οἰκειῶν, ἐν γίνεται τῇ πρὸς αὐτὸν συναφείᾳ. Τοὺς τοίνυν δαιμονᾷν ὑποκρινομένους, καὶ τρόπων φαυλότητι προσποιητῶς τὰ ἐκείνων σχηματιζομένους, ἔδοξε τρόπῳ ἐπιτιμᾶσθαι παντί, καὶ τοιαύταις αὐτοὺς σκληραγωγίαις, καὶ πόνοις ὑποβάλλειν, οἷς ἂν οἱ ἀληθῶς δαιμονῶντες πρὸς ἀπαλλαγὴν τῆς τοῦ δαίμονος ἐνεργείας, ἀξίως ὑποβάλλοιντο.
Κανὼν ΞΑ´
Οἱ μάντεσιν ἑαυτοὺς ἐκδιδόντες, ἢ τοῖς λεγομένοις ἑκατοντάρχοις, ἤ τισι τοιούτοις, ὡς ἂν παρ᾿ ἐκείνων μάθοιεν ὅ,τι ἂν αὐτοῖς ἐκκαλύπτεσθαι βούλοιντο, κατὰ τὰ πρῴην ὑπὸ τῶν Πατέρων περὶ αὐτῶν ὁρισθέντα, ὑπὸ τὸν κανόνα πιπτέτωσαν τῆς ἑξαετίας. Τῷ αὐτῷ δὲ τούτῳ ἐπιτιμίῳ καθυποβάλλεσθαι δεῖ, καὶ τοὺς ἄρκτους ἐπισυρομένους, ἢ τοιαῦτα ζῷα, πρὸς παίγνιον καὶ βλάβην τῶν ἁπλούστερων, καὶ τύχην, καὶ εἱμαρμένην, καὶ γενεαλογίαν, καὶ τοιούτων τινῶν ῥημάτων ὄχλον, κατὰ τοὺς τῆς πλάνης λήρους φωνοῦντας, τούς τε λεγομένους νεφοδιώκτας, καὶ γητευτάς, καὶ φυλακτηρίους, καὶ μάντεις. Ἐπιμένοντας δὲ τούτοις, καὶ μὴ μετατιθεμένους, καὶ ἀποφεύγοντας τὰ ὀλέθρια ταῦτα καὶ ἑλληνικὰ ἐπιτηδεύματα, παντάπασιν ἀποῤῥίπτεσθαι τῆς ἐκκλησίας ὁρίζομεν, καθώς καὶ οἱ ἱεροὶ κανόνες διαγορεύουσι. Τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος; ὥς φησιν ὁ Ἀπόστολος, ἢ τίς συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων; ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; τίς δὲ συμφώνησις Χριστῷ πρὸς Βελίαρ;
Κανὼν ΞΒ´
Τάς οὕτω λεγομένας Καλάνδας, καὶ τὰ λεγόμενα Βοτά, καὶ τὰ καλούμενα Βρουμάλια, καὶ τὴν ἐν τῇ πρώτῃ τοῦ Μαρτίου μηνὸς ἡμέρᾳ ἐπιτελουμένην πανήγυριν, καθάπαξ ἐκ τῆς τῶν πιστῶν πολιτείας περιαιρεθῆναι βουλόμεθα. Ἀλλὰ μὴν καὶ τὰς τῶν γυναίων δημοσίας ὀρχήσεις, ὡς ἀσέμνους, καὶ πολλὴν λύμην καὶ βλάβην ἐμποιεῖν δυναμένας, ἔτι μὴν καὶ τὰς ὀνόματι τῶν παρ᾿ Ἕλλησι ψευδῶς ὀνομασθέντων θεῶν ἢ ἐξ ἀνδρῶν, ἢ γυναικῶν γινομένας ὀρχήσεις, καὶ τελετάς, κατά τι ἔθος παλαιόν, καὶ ἀλλότριον τοῦ τῶν Χριστιανῶν βίου, ἀποπεμπόμεθα, ὁρίζοντες, μηδένα ἄνδρα γυναικείαν στολὴν ἐνδιδύσκεσθαι, ἢ γυναῖκα τὴν ἀνδράσιν ἁρμόδιον. Ἀλλὰ μήτε προσωπεῖα κωμικά, ἢ σατυρικά, ἢ τραγικὰ ὑποδύεσθαι· μήτε τὸ τοῦ βδελυκτοῦ Διονύσου ὄνομα, τὴν σταφυλὴν ἐκθλίβοντας ἐν ταῖς ληνοῖς, ἐπιβοᾶν· μηδὲ τὸν οἶνον ἐν τοῖς πίθοις ἐπιχέοντας γέλωτα ἐπικινεῖν, ἀγνοίας τρόπῳ ἢ ματαιότητος, τὰ τῆς δαιμονιώδους πλάνης ἐνεργοῦντας. Τοὺς οὖν ἀπὸ τοῦ νύν τι τῶν προειρημένων ἐπιτελεῖν ἐγχειροῦντας, ἐν γνώσει τούτων καθισταμένους, τούτους, εἰ μὲν κληρικοὶ εἶεν, καθαιρεῖσθαι προστάσσομεν· εἰ δὲ λαϊκοί, ἀφορίζεσθαι.
Κανὼν ΞΓ´
Τὰ ψευδῶς ὑπὸ τῶν τῆς ἀληθείας ἐχθρῶν συμπλασθέτα μαρτυρολόγια, ὡς ἂν τούς τοῦ Χριστοῦ μάρτυρας ἀτιμάζοιεν, καὶ πρὸς ἀπιστίαν ἐνάγοιεν τοὺς ἀκούοντας, μὴ ἐπ᾿ ἐκκλησίαις δημοσιεύεσθαι προστάσσομεν, ἀλλὰ ταῦτα πυρὶ παραδίδοσθαι. Τοὺς δὲ ταῦτα παραδεχομένους, ἢ ὡς ἀλληθέσι τούτοις προσέχοντας, ἀναθεματίζομεν.
Κανὼν ΞΔ´
Ὅτι οὐ χρὴ δημοσίᾳ λαϊκόν, λόγον κινεῖν ἢ διδάσκειν, ἀξίωμα ἑαυτῷ διδασκαλικὸν ἐντεῦθεν περιποιούμενον, ἀλλ᾿ εἴκειν τῇ παραδοθείσῃ παρὰ τοῦ Κυρίου διατάξει, καὶ τὸ οὖς τοῖς τὴν χάριν τοῦ διδασκαλικοῦ λαβοῦσι λόγου διανοίγειν, καὶ τὰ θεῖα παρ᾿ αὐτῶν ἐκδιδάσκεσθαι. Ἐν γὰρ τῇ μιᾷ ἐκκλησίᾳ διάφορα μέλη πεποίηκεν ὁ Θεός, κατὰ τὴν τοῦ Ἀποστόλου φωνήν· ἣν ὁ Θεολόγος ἑρμηνεύων Γρηγόριος, σαφῶς τὴν ἐν τούτοις τάξιν παρίστησι φάσκων· Ταύτην αἰδοίμεθα τὴν τάξιν, ἀδελφοί, ταύτην φυλάττοιμεν. Ὁ μὲν ἔστω τις ἀκοή· ὁ δέ, γλῶσσα· ὁ δέ, χείρ· ὁ δέ, ἄλλο τι· ὁ μέν, διδασκέτω· ὁ δέ, μανθανέτω· καὶ μετὰ βραχέα· Καὶ ὁ μανθάνων ἐν εὐπειθείᾳ· καὶ ὁ χορηγῶν ἐν ἱλαρότητι· καὶ ὁ ὑπουργῶν ἐν προθυμίᾳ, μὴ πάντες ὧμεν γλῶσσα, τὸ ἑτοιμότατον· μὴ πάντες Ἀπόστολοι· μὴ πάντες προφῆται· μὴ πάντες διερμηνεύωμεν· καὶ μετά τινα· Τὶ σεαυτὸν ποιεῖς ποιμένα, πρόβατον ὤν; τί γίνῃ κεφαλή, ποῦς τυγχάνων; τί στρατηγεῖν ἐπιχειρεῖς, τεταγμένος ἐν στρατιώταις; καὶ ἑτέρωθι· Ἡ σοφία διακελεύεται. Μὴ ἴσθι ταχύς ἐν λόγοις· μὴ συμπαρεκτείνου πένης ὢν πλουσίῳ, μηδὲ ζήτει τῶν σοφῶν εἶναι σοφώτερος. Εἰ δέ τις ἁλῷ τὸν παρόντα παρασαλεύων κανόνα, ἐπὶ ἡμέρας τεσσαράκοντα ἀφοριζέσθω.
Κανὼν ΞΕ´
Τὰς ἐν ταῖς νουμηνίαις ὑπό τινων πρὸ τῶν οἰκείων ἐργαστηρίων, ἢ οἴκων ἀναπτομένας πυρκαϊάς, ἃς καὶ ὑπεράλλεσθαί τινες κατά τι ἔθος ἀρχαῖον ἐπιχειροῦσιν, ἀπὸ τοῦ παρόντος καταργηθῆναι προστάσσομεν. Ὅστις οὖν τοιοῦτόν τι πράξοι, εἰ μὲν κληρικὸς εἴη, καθαιρείσθω· εἰ δὲ λαϊκός, ἀφοριζέσθω. Γέγραπται γὰρ ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν· Καὶ ᾠκοδόμησε Μανασσῆς θυσιαστήριον πάσῃ τῇ στρατιᾷ τοῦ οὐρανοῦ, ἐν ταῖς δύο αὐλαῖς οἴκου Κυρίου, καὶ διήγαγε τὰ τέκνα αὐτοῦ ἐν πυρί, καὶ ἐκλῃδονίζετο, καὶ οἰωνίζετο, καὶ ἐποίησεν ἐγγαστριμύθους, καὶ γνώστας ἐπλήθυνε, καὶ ἐπλήθυνε τοῦ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον Κυρίου, τοῦ παροργίσαι αὐτόν.
Κανὼν ΞΣΤ´
Ἀπὸ τῆς ἁγίας ἀναστασίμου Χριστοῦ τοῦ Θεοῦ ἡμῶν ἡμέρας, μέχρι τῆς καινῆς Κυριακῆς, τὴν ὅλην ἑβδομάδα ἐν ταῖς ἁγίαις ἐκκλησίαις σχολάζειν δεῖ ἀπαραλείπτως τούς πιστούς ἐν ψαλμοῖς, καὶ ὕμνοις, καὶ ᾠδαῖς πνευματικαῖς, εὐφραινομένους ἐν Χριστῷ, καὶ ἑορτάζοντας, καὶ τῇ τῶν θείων Γραφῶν ἀναγνώσει προσέχοντας, καὶ τῶν ἁγίων μυστηρίων κατατρυφῶντας. Ἐσόμεθα γὰρ οὕτω Χριστῷ συνανιστάμενοί τε, καὶ συνανυψούμενοι. Μηδαμῶς οὖν ἐν ταῖς προκειμέναις ἡμέραις ἱπποδρόμια, ἢ ἑτέρα δημώδης θέα ἐπιτελείσθω.
Κανὼν ΞΖ´
Ἡ θεία ἡμῖν Γραφὴ ἐνετείλατο, ἀπέχεσθαι αἵματος, καὶ πνικτοῦ, καὶ πορνείας. Τοῖς οὖν διὰ τὴν λίχνον γαστέρα αἷμα οἱουδήποτε ζῴου τέχνῃ τινί κατασκευάζουσιν ἐδώδιμον, καὶ οὕτω τοῦτο ἐσθίουσι, προσφόρως ἐπιτιμῶμεν. Εἴ τις οὖν ἀπὸ τοῦ νῦν αἷμα ζῴου ἐσθίειν ἐπιχειρήσοι οἱῳδήτινι τρόπῳ, εἰ μὲν κληρικὸς εἴη, καθαιρείσθω· εἰ δὲ λαϊκὸς ἀφοριζέσθω.
Κανὼν ΞΗ´
Περὶ τοῦ μὴ ἐξεῖναί τινι τῶν ἁπάντων βιβλία τῆς Παλαιᾶς καὶ Καινῆς Διαθήκης, τῶν τε ἁγίων καὶ ἐγκρίτων ἡμῶν κηρύκων καὶ διδασκάλων, διαφθείρειν, ἢ κατατέμνειν, ἢ τοῖς βιβλιοκαπήλοις, ἢ τοῖς λεγομένοις μυρεψοῖς, ἢ ἄλλῳ τινὶ τῶν ἁπάντων πρὸς ἀφανισμὸν ἐκδιδόναι· εἰ μή τι ἄρα τέλεον, εἴτε ὑπὸ σητῶν, ἢ ὕδατος, ἢ ἑτέρῳ τρόπῳ ἀχρειωθῇ. Ὁ δέ τι τοιοῦτο ποιεῖν ἀπὸ τοῦ νῦν ἁλισκόμενος, ἐπὶ ἐνιαυτὸν ἀφοριζέσθω. Ὁμοίως καὶ ὁ τὰς τοιαύτας βίβλους ὠνούμενος· εἰ μήτε αὐτὸς ταύτας κατέχει πρὸς οἰκείαν ὠφέλειαν, μήτε ἑτέρῳ πρὸς εὐεργεσίαν καὶ τὸ διανεῖμαι ἀποδοίη, ἀλλὰ ταῦτα διαφθείρειν ἐπιχειρήσοι, ἀφοριζέσθω.
Κανὼν ΞΘ´
Μὴ ἐξέστω τινὶ τῶν ἁπάντων ἐν λαϊκοῖς τελοῦντι, ἔνδον ἱεροῦ εἰσιέναι θυσιαστηρίου· μηδαμῶς ἐπὶ τοῦτο τῆς βασιλικῆς εἰργομένης ἐξουσίας καὶ αὐθεντίας, ἡνίκα ἂν βουληθείη προσάξαι δῶρα τῷ πλάσαντι, κατά τινα ἀρχαιοτάτην παράδοσιν.
Κανὼν Ο´
Μὴ ἐξέστω ταῖς γυναιξὶν ἐν τῷ καιρῷ τῆς θείας λειτουργίας λαλεῖν· ἀλλὰ κατὰ τὴν φωνὴν Παύλου τοῦ Ἀποστόλου, σιγάτωσαν· οὐ γὰρ ἐπιτέτραπται αὐταῖς λαλεῖν, ἀλλ᾿ ὑποτάττεσθαι, καθὼς καὶ ὁ νόμος λέγει· εἰ δέ τι μαθεῖν θέλουσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν.
Κανὼν ΟΑ´
Τοὺς διδασκομένους τοὺς πολιτικοὺς νόμους, μὴ δεῖν τοῖς Ἑλληνικοῖς ἔθεσι κεχρῆσθαι, μήτε μὴν ἐπὶ θεάτρων ἐνάγεσθαι, ἢ τὰς λεγομένας κυλίστρας ἐπιτελεῖν, ἢ παρὰ τὴν κοινὴν χρῆσιν στολὰς ἑαυτοῖς περιτιθέναι. Μήτε καθ᾿ ὂν καιρὸν τῶν μαθημάτων ἐνάρχονται, ἢ πρὸς τὸ τέλος αὐτῶν καταντῶσιν, ἤ, καθόλου φάναι, διὰ μέσου τῆς τοιαύτης παιδεύσεως, εἰ δέ τις ἀπὸ τοῦ νῦν τοῦτο πρᾶξαι τολμήσοι, ἀφοριζέσθω.
Κανὼν ΟΒ´
Μὴ ἐξέστω ὀρθόδοξον ἄνδρα αἱρετικῇ συνάπτεσθαι γυναικί, μήτε μὴν αἱρετικῷ ἀνδρὶ γυναῖκα ὀρθόδοξον συζεύγνυσθαι· ἀλλ᾿ εἰ καὶ φανείη τι τοιοῦτον ὑπό τινος τῶν ἁπάντων γινόμενον, ἄκυρον ἡγεῖσθαι τὸν γάμον, καὶ τὸ ἄθεσμον διαλύεσθαι συνοικέσιον· οὐ γὰρ χρὴ τὰ ἄμικτα μιγνύναι, οὐδὲ τῷ προβάτῳ τὸν λύκον συμπλέκεσθαι, καὶ τῇ τοῦ Χριστοῦ μερίδι τὸν τῶν ἁμαρτωλῶν κλῆρον· εἰ δὲ παραβῇ τις τὰ παρ᾿ ἡμῶν ὁρισθέντα, ἀφοριζέσθω. Εἰ δέ τινες, ἔτι ἐν τῇ ἀπιστίᾳ τυγχάνοντες, καὶ οὔπω τῇ τῶν ὀρθοδόξων ἐγκαταλεγέντες ποίμνῃ, ἀλλήλοις γάμῳ νομίμῳ ἡρμόσθησαν, εἶτα ὁ μέν, τὸ καλὸν ἐκλεξάμενος, τῷ φωτὶ τῆς ἀληθείας προσέδραμεν, ὁ δέ, ὑπὸ τοῦ τῆς πλάνης κατεσχέθη δεσμοῦ· μὴ πρὸς τὰς θείας ἀκτῖνας ἀτενίσαι ἑλόμενος, (εὐδοκεῖ δὲ τῷ πιστῷ ἡ ἄπιστος συνοικεῖν, ἢ τὸ ἔμπαλιν, ὁ ἄπιστος τῇ πιστῇ), μὴ χωριζέσθωσαν, κατὰ τὸν θεῖον Ἀπόστολον· ἡγίασται γὰρ ὁ ἄπιστος ἀνὴρ ἐν τῇ γυναικί, καὶ ἡγίασται ἡ ἄπιστος γυνὴ ἐν τῷ ἀνδρί.
Κανὼν ΟΓ´
Τοῦ ζωοποιοῦ σταυροῦ δείξαντος ἡμῖν τὸ σωτήριον, πᾶσαν σπουδὴν ἡμᾶς τιθέναι χρή, τοῦ τιμὴν τὴν ἀξίαν ἀποδιδόναι τῷ δι᾿ οὗ σεσώσμεθα τοῦ παλαιοῦ πτώματος. Ὅθεν καὶ νῷ καὶ λόγῳ, καὶ αἰσθήσει, τὴν προσκύνησιν αὐτῷ ἀπονέμοντες, τοὺς ἐν τῷ ἐδάφει τοῦ σταυροῦ τύπους ὑπό τινων κατασκευαζομένους, ἐξαφανίζεσθαι παντοίως προστάσσομεν, ὡς ἂν μὴ τῇ τῶν βαδιζόντων καταπατήσει τὸ τῆς νίκης ἡμῖν τρόπαιον ἐξυβρίζοιτο. Τοὺς οὖν ἀπὸ τοῦ νῦν τοῦ σταυροῦ τύπον ἐπὶ ἐδάφους κατασκευάζοντας, ὁρίζομεν ἀφορίζεσθαι.
Κανὼν ΟΔ´
Ὅτι οὐ δεῖ ἐν τοῖς Κυριακοῖς, ἢ ἐν ταῖς ἐκκλησίαις, τὰς λεγομένας ἀγάπας ποιεῖν, καὶ ἔνδον ἐν τῷ οἴκῳ ἐσθίειν, καὶ ἀκούβιτα στρωννύειν. Οἱ δὲ τοῦτο ποιεῖν τολμῶντες, ἢ παυσάσθωσαν, ἢ ἀφοριζέσθωσαν.
Κανὼν ΟΕ´
Τοὺς ἐπὶ τῷ ψάλλειν ἐν ταῖς ἐκκλησίαις παραγινομένους, βουλόμεθα μήτε βοαῖς ἀτάκτοις κεχρῆσθαι, καὶ τὴν φύσιν πρὸς κραυγὴν ἐκβιάζεσθαι, μήτε τι ἐπιλέγειν τῶν μὴ τῇ ἐκκλησίᾳ ἁρμοδίων τε καὶ οἰκείων· ἀλλὰ μετὰ πολλῆς προσοχῆς καὶ κατανύξεως, τὰς ψαλμῳδίας προσάγειν τῷ τῶν κρυπτῶν ἐφόρῳ Θεῷ. Εὐλαβεῖς γὰρ ἔσεσθαι τοὺς υἱοὺς Ἰσραὴλ τὸ ἱερὸν ἐδίδαξε λόγιον.
Κανὼν ΟΣΤ´
Ὅτι οὐ χρὴ ἔνδον τῶν ἱερῶν περιβόλων καπηλεῖον, ἢ τὰ διὰ βρωμάτων εἴδη προτιθέναι, ἢ ἑτέρας πράσεις ποιεῖσθαι, τὸ σεβάσμιον τῆς ἐκκλησίας φυλάσσοντας. Ὁ γὰρ Σωτὴρ ἡμῶν καὶ Θεός, διὰ τῆς ἐν σαρκὶ πολιτείας παιδαγωγῶν ἡμᾶς, μὴ ποιεῖν τὸν οἷκον τοῦ Πατρὸς αὐτοῦ ἐμπορίου οἷκον παρεκευλεύσατο· ὃς καὶ τῶν κολλυβιστῶν τὸ κέρμα ἐξέχεε, καὶ τοὺς τὸ ἱερὸν κοινοποιοῦντας ἀπήλασεν. Εἴ τις οὖν ἐπὶ τῷ προκειμένῳ ἁλῷ πλημμελήματι, ἀφοριζέσθω.
Κανὼν ΟΖ´
Ὅτι οὐ δεῖ ἱερατικούς, ἢ κληρικούς, ἢ ἀσκητάς, ἐν βαλανείῳ μετὰ γυναικῶν ἀπολούεσθαι· οὐδὲ πάντα Χριστιανὸν λαϊκόν· αὕτη γὰρ πρώτη κατάγνωσις παρὰ τοῖς ἔθνεσιν. Εἰ δέ τις ἐπὶ τούτῳ φωραθείη, εἰ μὲν κληρικὸς εἴη, καθαιρείσθω· εἰ δὲ λαϊκός, ἀφοριζέσθω.
Κανὼν ΟΗ´
Ὅτι δεῖ τοὺς φωτιζομένους τὴν πίστιν ἐκμανθάνειν, καὶ τῇ πέμπτῃ τῆς ἑβδομάδος ἀπαγγέλλειν τῷ ἐπισκόπῳ, ἢ τοῖς πρεσβυτέροις.
Κανὼν ΟΘ´
Ἀλόχευτον τὸν ἐκ τῆς Παρθένου θεῖον τόκον ὁμολογοῦντες, ὡς καὶ ἀσπόρως συστάντα, καὶ παντὶ τῷ ποιμνίῳ κηρύσσοντες, τοὺς ἐξ ἀγνοίας πράττοντάς τι τῶν οὐ δεόντων, διορθώσει καθυποβάλλομεν. Ὅθεν, ἐπειδή τινες μετὰ τὴν ἡμέραν τῆς ἁγίας τοῦ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν γεννήσεως, δείκνυνται σεμίδαλιν ἔψοντες, καὶ ταύτης ἀλλήλοις μεταδιδόντες, προφάσει τιμῆς δῆθεν λοχείων τῆς ἀχράντου Παρθενομήτορος, ὁρίζομεν, μηδὲν τοιοῦτον ὑπὸ τῶν πιστῶν τελεῖσθαι. Οὐ γὰρ τιμή γε τοῦτο τῇ Παρθένῳ, τῇ ὑπὲρ νοῦν καὶ λόγον τὸν ἀχώρητον τεκούσῃ Λόγον σαρκί, ἐκ τῶν κοινῶν τε καὶ καθ᾿ ἡμᾶς τὰ κατὰ τὸν ἀφραστον αὐτῆς τόκον ὁρίζειν καὶ ὑπογράφειν. Εἴ τις οὖν ἀπὸ τοῦ νῦν πράττων τοιοῦτόν τι φωραθείη, εἰ μὲν κληρικὸς εἴη, καθαιρείσθω· εἰ δὲ λαϊκός, ἀφοριζέσθω.
Κανὼν Π´
Εἴ τις ἐπίσκοπος, ἢ πρεσβύτερος, ἢ διάκονος, ἢ τῶν ἐν τῷ κλήρῳ καταλεγομένων, ἢ λαϊκός, μηδεμίαν ἀνάγκην βαρυτέραν ἔχοι, ἢ πρᾶγμα δυσχερές, ὥστε ἐπὶ πλεῖστον ἀπολείπεσθαι τῆς αὐτοῦ ἐκκλησίας, ἀλλ᾿ ἐν πόλει διάγων, τρεῖς Κυριακὰς ἡμέρας ἐν τρισὶν ἑβδομάσι μὴ συνέρχοιτο, εἰ μὲν κληρικὸς εἴη, καθαιρείσθω· εἰ δὲ λαϊκός, ἀποκινείσθω τῆς κοινωνίας.
Κανὼν ΠΑ´
Ἐπειδή περ ἔν τισι χώραις μεμαθήκαμεν, ἐν τῷ τρισαγίῳ ὕμνῳ, ἐν προσθήκης μέρει ἐκφωνεῖσθαι μετὰ τό, Ἅγιος ἀθάνατος, τό, Ὁ σταυρωθεὶς δι᾿ ἡμᾶς, ἐλέησον ἡμᾶς· τοῦτό τε ὑπὸ τῶν πάλαι ἁγίων Πατέρων, ὡς τῆς εὐσεβείας ἀλλότριον, ἐκ τοῦ τοιούτου ἀπηλάθη ὕμνου, σὺν τῷ τὴν τοιαύτην φωνὴν καινουργήσαντι παρανόμῳ αἱρετικῷ· καὶ ἡμεῖς κυροῦντες τὰ παρὰ τῶν ἁγίων Πατέρων ἡμῶν πρὶν εὐσεβῶς θεσμοθετηθέντα, ἀναθεματίζομεν τοὺς ἔτι μετὰ τὸν παρόντα ὅρον παραδεχομένους τὴν τοιαύτην φωνὴν ἐπ᾿ ἐκκλησίαις, ἢ ἄλλως πως τῷ τρισαγίῳ ὕμνῳ συνάπτοντας. Καὶ εἰ μὲν ἱερατικός ἐστιν ὁ παραβάτης τῶν ὁρισθέντων, ἀπογυμνοῦσθαι τοῦτον τῆς ἱερατικῆς ἀξίας προστάσσομεν· εἰ δὲ λαϊκός, ἢ μοναχός, ἀφορίζεσθαι.
Κανὼν ΠΒ´
Ἔν τισι τῶν σεπτῶν εἰκόνων γραφαῖς, ἀμνὸς δακτύλῳ τοῦ Προδρόμου δεικνύμενος ἐγχαράττεται, ὃς εἰς τύπον παρελήφθη τῆς χάριτος, τὸν ἀληθινὸν ἡμῖν διὰ νόμου προϋποφαίνων ἀμνὸν Χριστὸν τὸν Θεὸν ἡμῶν. Τοὺς οὖν παλαιοὺς τύπους, καὶ τὰς σκιάς, ὡς τῆς ἀληθείας σύμβολά τε καὶ προχαράγματα, τῇ ἐκκλησίᾳ παραδεδομένους κατασπαζόμενοι, τὴν χάριν προτιμῶμεν, καὶ τὴν ἀλήθειαν, ὡς πλήρωμα νόμου ταύτην ὑποδεξάμενοι. Ὡς ἂν οὖν τὸ τέλειον κἀν ταῖς χρωματουργίαις, ἐν ταῖς ἁπάντων ὄψεσιν ὑπογράφηται, τὸν τοῦ αἴροντος, τὴν ἁμαρτίαν τοῦ κόσμου ἀμνοῦ, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, κατὰ τὸν ἀνθρώπινον χαρακτῆρα καὶ ἐν ταῖς εἰκόσιν ἀπὸ τοῦ νῦν, ἀντὶ τοῦ παλαιοῦ ἀμνοῦ, ἀναστηλοῦσθαι ὁρίζομεν· δι᾿ αὐτοῦ τὸ τῆς ταπεινώσεως ὕψος τοῦ Θεοῦ Λόγου κατανοοῦντες, καὶ πρὸς μνήμην τῆς ἐν σαρκὶ πολιτείας, τοῦ τε πάθους αὐτοῦ καὶ τοῦ σωτηρίου θανάτου, χειραγωγούμενοι, καὶ τῆς ἐντεῦθεν γενομένης τῷ κόσμῳ ἀπολυτρώσεως.
Κανὼν ΠΓ´
Μηδεὶς τοῖς σώμασι τῶν τελευτησάντων τῆς εὐχαριστίας μεταδιδότω. Γέγραπται γάρ· Λάβετε, φάγετε· τὰ δὲ τῶν νεκρῶν σώματα, οὐδὲ λαβεῖν δύναται, οὐδὲ φαγεῖν.
Κανὼν ΠΔ´
Τοῖς κανονικοῖς τῶν Πατέρων θεσμοῖς κατακολουθοῦντες, ὁρίζομεν καὶ περὶ τῶν νηπίων· ὁσάκις μὴ εὑρίσκωνται βέβαιοι μάρτυρες, οἱ ταῦτα ἀναμφιβόλως βαπτισθέντα εἶναι λέγοντες, καὶ οὐδὲ αὐτὰ διὰ τὴν κεῖραν περὶ τῆς παραδοθείσης αὐτοῖς μυσταγωγίας ἀποκρίνασθαι ἐπιτηδείως ἔχωσι, χωρίς τινος προσκόμματος ὀφείλειν ταῦτα βαπτίζεσθαι· μή ποτε ὁ τοιοῦτος δισταγμὸς ἀποστερήσῃ αὐτὰ τῆς τοιαύτης τοῦ ἁγιασμοῦ καθάρσεως.
Κανὼν ΠΕ´
Ἐπὶ δύο, ἢ τριῶν μαρτύρων βεβαιοῦσθαι πᾶν ῥῆμα, γραψικῶς παρελάβομεν. Τοὺς οὖν ὑπὸ τῶν οἰκείων δεσποτῶν ἐλευθερουμένους δούλους, ἐπὶ τρισὶ μάρτυσι τῆς τοιαύτης τιμῆς ἀπολαύειν διοριζόμεθα οἳ τὸ κῦρος παρόντες τῇ ἐλευθερίᾳ προσοίσουσι, καὶ τὸ πιστὸν ἐξ ἑαυτῶν τοῖς γενομένοις παρέξουσιν.
Κανὼν ΠΣΤ´
Τοὺς ἐπὶ ψυχῶν ὀλίσθῳ πόρνας ἐπισυνάγοντας, καὶ ἐκτρέφοντας, εἰ μὲν κληρικοὶ εἶεν, ἀφορίζεσθαι, καὶ καθαιρεῖσθαι ὁρίζομεν· εἰ δὲ λαϊκοὶ, ἀφορίζεσθαι.
Κανὼν ΠΖ´
Ἡ τὸν ἄνδρα καταλιποῦσα μοιχαλίς ἐστιν, εἰ ἐπ᾿ ἄλλον ἦλθε, κατὰ τὸν ἱερὸν καὶ θεῖον Βασίλειον, ἐκ τῆς Ἱερεμίου προφητείας ἄριστα τοῦτο ἀναλεξάμενον· ὅτι, Ἐὰν γένηται γυνὴ ἀνδρὶ ἑτέρῳ, οὐκ ἐπιστρέψει πρὸς τὸν ἄνδρα αὐτῆς, ἀλλὰ μιαινομένη μιανθήσεται· καὶ πάλιν· Ὁ ἔχων μοιχαλίδα, ἄφρων καὶ ἀσεβής. Εἰ οὖν φανῇ τοῦ ἀνδρὸς ἀλόγως ἀναχωρήσασα, ὁ μὲν συγγνώμης ἐστὶν ἄξιος, ἡ δὲ ἐπιτιμίων. Ἡ δὲ συγγνώμη τούτῳ πρὸς τὸ κοινωνεῖν τῇ ἐκκλησίᾳ δοθήσεται. Ὁ μέντοι καταλιμπάνων τὴν νομίμως συναφθεῖσαν αὐτῷ γυναῖκα, καὶ ἑτέραν ἀγόμενος, κατὰ τὴν τοῦ Κυρίου ἀπόφασιν, τῷ τῆς μοιχείας ὑπόκειται κρίματι. Κεκανόνισται δὲ παρὰ τῶν Πατέρων ἡμῶν, τοὺς τοιούτους ἐνιαυτὸν προσκλαίειν, διετίαν ἐπακροᾶσθαι, τριετίαν ὑποπίπτειν, καὶ τῷ ἑβδόμῳ συνίστασθαι τοῖς πιοτοῖς, καὶ οὕτω τῆς προσφορᾶς καταξιοῦσθαι, ἐὰν δὴ μετὰ δακρύων μετανοήσωσιν.
Κανὼν ΠΗ´
Μηδεὶς ἔνδον ἱεροῦ ναοῦ κτῆνος τὸ οἱονοῦν εἰσαγέτω· ἐκτὸς εἰμή τις ὁδοιπορῶν, μεγίστης καταλαβούσης ἀνάγκης, οἰκίστου καὶ καταγωγῆς ἀπορῶν, ἐν τῷ τοιούτῳ καταλύσει ναῷ. Διὰ γὰρ τὸ μὴ τὸ κτῆνος ἔνδον εἰσενεχθῆναι, αὐτὸ μέν, ἔστιν ὅτε, διαφθαρήσεται· ὁ δέ, τῇ τοῦ ὑποζυγίου ἀποβολῇ, καὶ τῷ ἐντεῦθεν ἀπόρως ἔχειν τῆς ἐπὶ τὴν ὁδοιπορίαν ὁρμῆς, θανάτου κινδύνῳ παραδοθήσεται· τὸ γὰρ σάββατον διὰ τὸν ἄνθρωπον γενέσθαι ἐκδιδασκόμεθα· ὥστε διὰ πάντων προτιμητέαν ἡγεῖσθαι τήν τοῦ ἀνθρώπου σωτηρίαν τε καὶ ἀπάθειαν. Εἰ δέ τις φωραθείη χωρὶς ἀνάγκης, ὡς εἴρηται, κτῆνος εἰσάγων ἐν ἱερῷ, εἰ μὲν κληρικὸς εἴη, καθαιρείσθω· εἰ δὲ λαϊκός, ἀφοριζέσθω.
Κανὼν ΠΘ´
Τὰς τοῦ σωτηρίου πάθους ἡμέρας, ἐν νηστείᾳ, καὶ προσευχῇ, καὶ κατανύξει καρδίας ἐπιτελοῦντας, χρὴ τοὺς πιστοὺς περὶ μέσας τῆς περὶ τὸ μέγα σάββατον νυκτὸς ὥρας ἀπονηστίζεσθαι, τῶν θείων Εὐαγγελιστῶν Ματθαίου καὶ Λουκᾶ, τοῦ μέν, διὰ τοῦ, Ὀψὲ σαββάτων ῥήματος· τοῦ δέ, διὰ τοῦ Ὄρθρου βαθέος, τὴν βραδύτητα τῆς νυκτὸς ὑπογραφόντων.
Κανὼν Ϟ´
Ταῖς Κυριακαῖς μὴ γόνυ κλίνειν ἐκ τῶν θεοφόρων ἡμῶν Πατέρων κανονικῶς παρελάβομεν, τὴν τοῦ Χριστοῦ τιμῶντες ἀνάστασιν. Ὡς ἂν οὖν μὴ ἀγνοῶμεν τὸ σαφὲς τῆς τούτου παρατηρήσεως, δῆλον τοῖς πιστοῖς καθιστῶμεν, ὥστε μετὰ τὴν ἐν τῷ σαββάτῳ ἑσπερινὴν τῶν ἱερωμένων πρὸς τὸ θυσιαστήριον εἴσοδον, κατὰ τὸ κρατοῦν ἔθος, μηδένα γόνυ κλίνειν μέχρι τῆς ἐφεξῆς κατὰ τὴν Κυριακὴν ἑσπέρας· καθ᾿ ἣν μετὰ τὴν ἐν τῷ λυχνικῷ εἴσοδον αὖθις τὰ γόνατα κάμπτοντες, οὕτω τὰς εὐχὰς τῷ Κυρίῳ προσάγομεν. Τῆς γὰρ τοῦ Σωτῆρος ἡμῶν ἐγέρσεως πρόδρομον τὴν μετὰ τὸ σάββατον νύκτα παραλαμβάνοντες, τῶν ὕμνων ἐντεῦθεν πνευματικῶς ἀπαρχόμεθα, εἰς φῶς ἐκ σκότους τὴν ἑορτὴν καταλήγοντες, ὡς ἐν ὁλοκλήρῳ ἐντεῦθεν νυκτὶ καὶ ἡμέρᾳ πανηνυρίζειν ἡμᾶς τὴν ἀνάστασιν.
Κανὼν ϞΑ´
Τὰς τὰ ἀμβλωθρίδια διδούσας φάρμακα, καὶ τὰς δεχομένας τὰ ἐμβρυοκτόνα δηλητήρια, τῷ τοῦ φονέως ἐπιτιμίῳ καθυποβάλλομεν.
Κανὼν ϞΒ´
Τοὺς ἁρπάζοντας γυναῖκας ἐπ᾿ ὀνόματι συνοικεσίου, ἢ συμπράττοντας, ἢ συναιρομένους τοῖς ἁρπάζουσιν, ὥρισεν ἡ ἁγία σύνοδος, εἰ μὲν κληρικοὶ εἶεν, ἐκπίπτειν τοῦ οἰκείου βαθμοῦ· εἰ δὲ λαϊκοί, ἀναθεματίζεσθαι.
Κανὼν ϞΓ´
Ἡ ἀναχωρήσαντος τοῦ ἀνδρός, καὶ ἀφανοῦς ὄντος, πρὸ τοῦ πεισθῆναι περὶ τοῦ θανάτου αὐτοῦ, ἑτέρῳ συνοικοῦσα, μοιχᾶται. Ὡσαύτως καὶ στρατιώτιδες, αἱ, τῶν ἀνδρῶν ἀφανῶν ὄντων, γαμηθεῖσαι, τῷ αὐτῷ ὑπόκεινται λόγῳ· ὥσπερ καὶ αἱ διὰ τὴν ἀποδημίαν τοῦ ἀνδρὸς μὴ ἀναμείνασαι τὴν ἐπάνοδον. Πλὴν ἔχει τινὰ συγγνώμην τὸ πρᾶγμα ἐνταῦθα, διὰ τὸ μᾶλλον πρὸς θάνατον εἶναι τὴν ὑπόνοιαν. Ἡ δὲ τῷ καταλειφθέντι πρὸς καιρὸν παρὰ τῆς γυναικός, κατ᾿ ἄγνοιαν γημαμένη, εἶτα ἀφεθεῖσα, διὰ τὸ ἐπανελθεῖν πρὸς αὐτὸν τὴν προτέραν, ἐπόρνευσε μέν, ἐν ἀγνοίᾳ δέ· γάμου οὖν οὐκ εἰρχθήσεται· κάλλιον δέ, ἐὰν μείνῃ οὕτως. Εἰ δέ γε ὁ στρατιώτης ἐπανέλθοι χρόνῳ ποτέ, οὗ ἡ γυνὴ διὰ τὴν ἐπὶ πολὺ ἐκείνου ἀπόλειψιν ἑτέρῳ συνήφθη ἀνδρί, οὗτος, εἰ προαιρεῖται, τὴν οἰκείαν αὖθις ἀπολαβέτω γυναῖκα, συγγνώμης αὐτῇ ἐπὶ τῇ ἀγνοίᾳ διδομένης, καὶ τῷ ταύτην εἰσοικισαμένῳ κατὰ δεύτερον γάμον ἀνδρί.
Κανὼν ϞΔ´
Τοὺς ὀμνύοντας ὅρκους ἑλληνικούς, ὁ Κανὼν ἐπιτιμίοις καθυποβάλλει· καὶ ἡμεῖς τούτους ἀφορισμὸν ὁρίζομεν.
Κανὼν ϞΕ´
Τοὺς προστιθεμένους τῇ ὀρθοδοξίᾳ, καὶ τῇ μερίδι τῶν σῳζομένων ἀπὸ αἱρετικῶν, δεχόμεθα κατὰ τὴν ὑποτεταγμένην ἀκολουθίαν τε καὶ συνήθειαν. Ἀρειανοὺς μὲν καὶ Μακεδονιανούς, καὶ Ναυατιανούς, τοὺς λέγοντας ἑαυτοὺς Καθαροὺς καὶ Ἀριστερούς, καὶ τοὺς Τεσσαρακαιδεκατίτας, ἤγουν Τετραδίτας, καὶ Ἀπολλιναριστάς, δεχόμεθα, διδόντας λιβέλλους, καὶ ἀναθεματίζοντας πᾶσαν αἵρεσιν μὴ φρονοῦσαν, ὡς φρονεῖ ἡ ἁγία τοῦ Θεοῦ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία, σφραγιζομένους, ἤτοι χρισμένους πρῶτον τῷ ἁγίῳ μύρῳ, τὸ μέτωπον, καὶ τοὺς ὀφθαλμούς, καὶ τὰς ῥίνας, καὶ τὸ στόμα, καὶ τὰ ὦτα, καί, σφραγίζοντες αὐτούς, λέγομεν· Σφραγὶς δωρεᾶς Πνεύματος ἁγίου. Περὶ δὲ τῶν παυλιανισάντων, εἶτα προσφυγόντων τῇ καθολικῇ ἐκκλησίᾳ, ὅρος ἐκτέθειται, ἀναβαπτίζεσθαι αὐτοὺς ἐξάπαντος. Εὐνομιανοὺς μέντοι, τοὺς εἰς μίαν κατάδυσιν βαπτιζομένους, καὶ Μοντανιστάς, τοὺς ἐνταῦθα λεγομένους Φρύγας, καὶ Σαβελλιανούς, τοὺς υἱοπατορίαν δοξάζοντας, καὶ ἕτερά τινα χαλεπὰ ποιοῦντας, καὶ πάσας τὰς ἄλλας αἱρέσεις, ἐπεὶ πολλοί εἰσιν ἐνταῦθα, μάλιστα οἱ ἀπὸ τῶν Γαλατῶν χώρας ἐρχόμενοι, πάντας τοὺς ἀπ᾿ αὐτῶν θέλοντας προστίθεσθαι τῇ ὀρθοδοξίᾳ, ὡς Ἕλληνας δεχόμεθα· καὶ τὴν πρώτην ἡμέραν ποιοῦμεν αὐτοὺς Χριστιανούς· τὴν δὲ δευτέραν, κατηχουμένους· εἶτα τὴν τρίτην, ἐξορκίζομεν μετὰ τοῦ ἐμφυσᾷν τρίτον εἰς τὸ πρόσωπον, καὶ εἰς τὰ ὦτα, καὶ οὕτω κατηχοῦμεν αὐτούς, καὶ ποιοῦμεν χρονίζειν ἐν τῇ ἐκκλησίᾳ, καὶ ἀκροᾶσθαι τῶν Γραφῶν, καὶ τότε αὐτοὺς βαπτίζομεν. Καὶ τοὺς Μανιχαίους δέ, καὶ τοὺς Οὐαλεντινιανούς, καὶ Μαρκιωνιστάς, καὶ τοὺς ἐκ τῶν ὁμοίων αἱρέσεων προσερχομένους, ὡς Ἕλληνας δεχόμενοι, ἀναβαπτίζομεν· Νεστοριανοὺς δέ, καὶ Εὐτυχιανιστάς, καὶ Σεβηριανούς, καὶ τοὺς ἐκ τῶν ὁμοίων αἱρέσεων χρὴ ποιεῖν λιβέλλους, καὶ ἀναθεματίζειν τὴν αἵρεσιν αὐτῶν, καὶ Νεστόριον, καὶ Εὐτυχέα, καὶ Διόσκορον, καὶ Σεβῆρον· καὶ τοὺς λοιποὺς ἐξάρχους τῶν τοιούτων αἱρέσεων, καὶ τοὺς φρονοῦντας τὰ αὐτῶν, καὶ πάσας τὰς προαναφερομένας αἱρέσεις, καὶ οὕτω μεταλαμβάνειν τῆς ἁγίας κοινωνίας.
Κανὼν ϞΣΤ´
Οἱ τὸν Χριστὸν διὰ τοῦ βαπτίσματος ἐνδυσάμενοι, τὴν ἐν σαρκὶ αὐτοῦ πολιτείαν μιμεῖσθαι καθωμολόγησαν. Τοὺς οὖν τὰς ἐν τῇ κεφαλῇ τρίχας πρὸς λύμην τῶν ὁρώντων ἐν ἐπινοίαις ἐμπλοκῆς εὐθετίζοντας, καὶ διασκευάζοντας, καὶ δέλεαρ προτιθέντας ἐντεῦθεν ταῖς ἀστηρίκτοις ψυχαῖς, ἐπιτιμίῳ προσφόρῳ πατρικῶς θεραπεύομεν, παιδαγωγοῦντες αὐτούς, καὶ σωφρόνως βιοῦν ἐκδιδάσκοντες, πρὸς τὸ ἀφέντας τὴν ἐκ τῆς ὕλης ἀπάτην καὶ ματαιότητα, πρὸς τὴν ἀνώλεθρον καὶ μακαρίαν ζωὴν τὸν νοῦν μετάγειν διηνεκῶς, καὶ ἐν φόβῳ ἁγνὴν ἔχειν ἀναστροφήν, καὶ Θεῷ πλησιάζειν, κατὰ τὸ ἐφικτόν, διὰ τῆς ἐν βίῳ καθάρσεως, καὶ τὸν ἔνδον, ἢ τὸν ἔξω ἄνθρωπον μᾶλλον κοσμεῖν ἀρεταῖς καὶ χρηστοῖς καὶ ἀμώμοις τοῖς ἤθεσιν· ὥστε μηδὲν λείψανον φέρειν ἐν ἑαυτοῖς τῆς τοῦ ἐναντίου σκαιότητος. Εἰ δέ τις παρὰ τὸν παρόντα κανόνα διαγίνοιτο, ἀφοριζέσθω.
Κανὼν ϞΖ´
Τοὺς ἢ γαμετῇ συνοικοῦντας, ἢ ἄλλως ἀδιακρίτως τοὺς ἱεροὺς τόπους κοινοποιοῦντας, καὶ καταφρονητικῶς περὶ αὐτοὺς ἔχοντας, καὶ οὕτως ἐν αὐτοῖς καταμένοντας, καὶ ἐκ τῶν ἐν τοῖς σεβασμίοις ναοῖς κατηχουμένων ἐξωθεῖσθαι προστάσσομεν. Εἰ δέ τις μὴ τοῦτο παραφυλάξοι, εἰ μὲν κληρικὸς εἴη, καθαιρείσθω· εἰ δὲ λαϊκός, ἀφοριζέσθω.
Κανὼν ϞΗ´
Ὁ ἑτέρῳ μνηστευθεῖσαν γυναῖκα, ἔτι τοῦ μνηστευσαμένου ζῶντος, πρὸς γάμου κοινωνίαν ἀγόμενος, τῷ τῆς μοιχείας ὑποκείσθω ἐγκλήματι.
Κανὼν ϞΘ´
Καὶ τοῦτο δὲ ἐν τῇ Ἀρμενίων χώρᾳ γίνεσθαι μεμαθήκαμεν· ὥς τινες ἔνδον ἐν τοῖς ἱεροῖς θυσιαστηρίοις μέλη κρεῶν ἔψοντες, προσάγουσιν, ἀφαιρέματα τοῖς ἱερεῦσιν Ἰουδαϊκῶς ἀπονέμοντες. Ὅθεν τὸ τῆς ἐκκλησίας φυλάττοντες ἀκηλίδωτον, ὁρίζομεν, μὴ ἐξεῖναί τινι τῶν ἱερέων ἀφωρισμένα κρεῶν μέλη παρὰ τῶν προσαγόντων λαμβάνειν, ἀλλ᾿ οἷς ἀρεσθῇ ὁ προσάγων, τούτοις ἀρκείσθωσαν, ἔξω τῆς ἐκκλησίας τῆς τοιαύτης γινομένης προσαγωγῆς. Εἰ δέ τις μὴ τοῦτο οὕτω ποιῇ, ἀφοριζέσθω.
Κανὼν Ρ´
Οἱ ὀφθαλμοί σου ὀρθὰ βλεπέτωσαν· καί, Πάσῃ φυλακῇ τήρει σὴν καρδίαν, ἡ Σοφία διακελεύεται· ῥᾳδίως γὰρ τὰ ἑαυτῶν ἐπὶ τὴν ψυχὴν αἱ τοῦ σώματος αἰσθήσεις εἰσκρίνουσι. Τὰς οὖν τὴν ὅρασιν καταγοητευούσας γραφάς, εἴτε ἐν πίναξιν, εἴτε ἄλλως πως ἀνατεθειμένας, καὶ τὸν νοῦν διαφθειρούσας, καὶ κινούσας πρὸς τὰ τῶν αἰσχρῶν ἡδονῶν ὑπεκκαύματα, οὐδαμῶς ἀπὸ τοῦ νῦν οἱῳδήποτε τρόπῳ προστάσσομεν ἐγχαράττεσθαι· εἰ δέ τις τοῦτο πράττειν ἐπιχειρήσοι, ἀφοριζέσθω.
Κανὼν ΡΑ´
Σῶμα Χριστοῦ, καὶ ναόν, τὸν κατ᾿ εἰκόνα Θεοῦ κτισθέντα ἄνθρωπον, ὁ θεῖος Ἀπόστολος μεγαλοφώνως ἀποκαλεῖ. Πάσης οὖν αἰσθητῆς κτίσεως ὑπερκείμενος ὁ τῷ σωτηρίῳ πάθει τοῦ οὐρανίου τυχῶν ἀξιώματος, ἐσθίων καὶ πίνων Χριστόν, πρὸς ζωὴν διὰ παντὸς μεθαρμόζεται τὴν ἀΐδιον, ψυχὴν καὶ σῶμα τῇ μεθέξει τῆς θείας ἁγιαζόμενος χάριτος· ὥστε, εἴ τις τοῦ ἀχράντου σώματος μετασχεῖν ἐν τῷ τῆς συνάξεως βουληθείη καιρῷ, καὶ ἓν πρὸς αὐτὸ τῇ μετουσίᾳ γενέσθαι, τὰς χεῖρας σχηματίζων εἰς τύπον σταυροῦ, οὕτω προσίτω καὶ δεχέσθω τὴν κοινωνίαν τῆς χάριτος. Τοὺς γὰρ ἐκ χρυσοῦ, ἢ ἄλλης ὕλης, ἀντὶ χειρός, τινὰ δοχεῖα κατασκευάζοντας πρὸς τὴν τοῦ θείου δώρου ὑποδοχήν, καὶ δι᾿ αὐτῶν τῆς ἀχράντου κοινωνίας ἀξιουμένους, οὐδαμῶς προσιέμεθα, ὡς προτιμῶντας τῆς τοῦ Θεοῦ εἰκόνος τὴν ἄψυχον ὕλην καὶ ὑποχείριον. Εἰ δέ τις ἁλῷ τῆς ἀχράντου κοινωνίας μεταδιδοὺς τοῖς τὰ τοιαῦτα δοχεῖα προσφέρουσι, καὶ αὐτὸς ἀφοριζέσθω, καὶ ὁ ταῦτα ἐπιφερόμενος.
Κανὼν ΡΒ´
Δεῖ δὲ τοὺς ἐξουσίαν λύειν καὶ δεσμεῖν παρὰ Θεοῦ λαβόντας, σκοπεῖν τὴν τῆς ἁμαρτίας ποιότητα, καὶ τὴν τοῦ ἡμαρτηκότος πρὸς ἐπιστροφὴν ἑτοιμότητα, καὶ οὕτω κατάλληλον τὴν θεραπείαν προσάγειν τῷ ἀῤῥωστήματι, ἵνα μή, τῇ ἀμετρίᾳ καθ᾿ ἑκάτερον χρώμενος, ἀποσφαλείη πρὸς τὴν σωτηρίαν τοῦ κάμνοντας. Οὐ γὰρ ἁπλῆ τῆς ἁμαρτίας ἡ νόσος, ἀλλὰ ποικίλη καὶ πολυειδής, καὶ πολλὰς τῆς βλάβης τὰς παραφυάδας βλαστάνουσα, ἐξ ὧν τὸ κακὸν ἐπὶ πολὺ διαχεῖται, καὶ πρόσω βαίνει, μέχρις ἂν σταίη τῇ δυνάμει τοῦ θεραπεύοντος. Ὥστε τὸν τὴν ἰατρικὴν ἐν Πνεύματι ἐπιστήμην ἐπιδεικνύμενον, πρότερον χρὴ τὴν τοῦ ἡμαρτηκότος διάθεσιν ἐπισκέπτεσθαι, καὶ εἴτε πρὸς τὴν ὑγείαν νεύει, ἢ τοὐναντίον, διὰ τῶν οἰκείων τρόπων προσκαλεῖται καθ᾿ ἑαυτοῦ τὸ ἀῤῥῶστημα, ἐφορᾷν, ὅπως τε τῆς ἐν τῷ μεταξὺ προνοεῖται ἀναστροφῆς, καὶ εἰ μὴ τῷ τεχνίτῃ ἀντιπαλαίει, καὶ τὸ τῆς ψυχῆς ἕλκος διὰ τῆς τῶν ἐπιτιθεμένων φαρμάκων αὐξάνει προσαγωγῆς, καὶ οὕτω τὸν ἔλεον κατ᾿ ἀξίαν ἐπιμετρεῖν. Πᾶς γὰρ λόγος Θεῷ καὶ τῷ τὴν ποιμαντικὴν ἐγχειρισθέντι ἡγεμονίαν, τὸ πλανώμενον πρόβατον ἐπαναγαγεῖν, καὶ τρωθὲν ὑπὸ τοῦ ὄφεως ἐξιάσασθαι, καὶ μήτε κατὰ κρημνῶν ὠθῆσαι τῆς ἀπογνώσεως, μήτε τὸν χαλινὸν ὑπενδοῦναι πρὸς τὴν τοῦ βίου ἔκλυσίν τε καὶ καταφρόνησιν· ἀλλ᾿ ἑνί γε τρόπῳ πάντως, εἴτε διὰ τῶν αὐστηροτέρων τε καὶ στυφόντων, εἴτε διὰ τῶν ἀπαλωτέρων τε καὶ πρᾳοτέρων φαρμάκων, κατὰ τοῦ πάθους στῆναι, καὶ πρὸς συνούλωσιν τοῦ ἕλκους ἀνταγωνίσασθαι, τοὺς τῆς μετανοίας καρποὺς δοκιμάζοντι, καὶ οἰκονομοῦντι σοφῶς τὸν πρὸς τὴν ἄνω λαμπροφορίαν καλούμενον ἄνθρωπον. Ἀμφότερα τοίνυν εἰδέναι ἡμᾶς χρή, καὶ τὰ τῆς ἀκριβείας, καὶ τὰ τῆς συνηθείας· ἕπεσθαι δέ, ἐπὶ τῶν μὴ καταδεξαμένων τὴν ἀκρότητα, τῷ παραδοθέντι τύπῳ, καθὼς ὁ ἱερὸς ἡμᾶς ἐκδιδάσκει Βασίλειος.
Πηγή: www.nektarios.gr