ΚΩΝΣΤΑΝΤΙΝΟΥ & ΕΛΕΝΗΣ ΙΣΑΠΟΣΤΟΛΩΝ ΥΜΝΟΣ (Καισαρίου Δαπόντε)
Ἀλλ’ ἐπειδὴ ἐλέγουμουν πρότερον Κωνσταντῖνος·
λέγεται Κωνσταντῖνος δέ, καὶ ὁ πολὺς ἐκεῖνος.
Καὶ πρῶτος εἰς τοὺς εὐσεβεῖς τοὺς Βασιλεῖς καὶ μείζων·
ἄς ἀνυμνήσω καὶ αὐτόν, ἀξίως χαιρετίζων.
Χαῖρε λοιπὸν θειότατε, Ἄναξ τῆς Οἰκουμένης·
μετὰ τῆς θειοτάτης σου, ὁμοῦ μητρὸς Ἑλένης.
Χαῖρε Μέδον θεόστεπτε, κλέος τῆς ἁλουργίδος·
Πόλεως τῆς θεοστεφοῦς, κτήτωρ καὶ Βασιλίδος.
Χαῖρε ὀρθοδοξότατε, λογικόψυχε λέων·
τῶν Ὀρθοδόξων καὶ πιστῶν, Πάτερ τῶν βασιλέων.
Χαῖρε ὦ μεγαλώνυμε, μεγαλουργέ, τρισάναξ·
μεγάλως ὅν ἐδόξασε, Θεὸς μέγας παντάναξ.
Χαῖρε οὐρανοδόξαστε, ἄνθρωπε τοῦ Ὑψίστου·
ἄνθρωπε δόξα, ἄκουσμα γλυκύ, πιστοῦ, ἀπίστου.
Χαῖρε ὁ θέσει γεγονός, Υἱὸς Θεοῦ ἀξίως·
Θεοῦ Πατρὸς φύσει Υἱόν, ἠγαπηκὼς τελείως.
Χαῖρε ὁ Ἰσαπόστολος, ὁ κήρυξ ὁ μεγάλος·
Χριστοῦ τὸ Εὐαγγέλιον, κηρύξας ὡς οὐκ ἄλλος.
Χαῖρε ὁ μόνος Βασιλεύς, και ἱερεύς, συζήσας·
Θεῷ τε καὶ ἀνθρώποις τε, ὄντως εὐαρεστήσας.
Χαῖρε Χριστοῦ ὁ συνεργός, βροτῶν τῆς σωτηρίας·
τοῦ ἀμπελῶνος τοῦ Χριστοῦ, ἐργάτης εὐσεβείας.
Χαῖρε τὸ σκῆπτρον τοῦ Χριστοῦ, μετὰ Χριστὸν κρατήσας·
καὶ βασιλεύσας ἐν Χριστῷ, ὡς τὸν Χριστὸν ποθήσας.
Χαῖρε κανὼν ὁ ἀκριβής, ἀρίστης βασιλείας·
καὶ τῆς πρὸς τὸ ὑπήκοον, ἀγάπης προμηθείας.
Χαῖρε ὁ νόμους θέμενος, Χριστοῦ τῆς Ἐκκλησίας·
καὶ ὁρισμούς, θεσπίσματα, ἐν πάσῃ βασιλείᾳ.
Χαῖρε, δι’ οὗ τὸν Τίμιον Σταυρὸν μὲν προσκυνοῦμεν·
τὸν σταυρωθέντα δ’ ἐν αὐτῷ, Χριστὸν ὑπερυψοῦμεν.
Χαῖρε χαρὰ χριστιανῶν, δόξα, τιμή, καὶ γέρας·
καὶ τῶν τιμώντων σε ἀεί, ὑπέρμαχος καὶ κέρας.
Χαῖρε τὸ νῖκος πάντων ὥν, ἀξίως Κωνσταντῖνε·
τῆς νίκης χεῖρας πανταχοῦ, ἀξιωθεὶς ἐκτεῖναι.
Χαῖρε Ἁγία τοῦ Θεοῦ, Βασίλισσα Ἑλένη·
τοῦ Βασιλέως καὶ Θεοῦ, Θυγάτερ τιμημένη.
Χαίρετε Μῆτερ καὶ Υἱέ, οἱ γῆς τὴν βασιλείαν·
λαβόντες ἀψευδέστατα, διὰ τὴν οὐρανίαν.
Χαίρετε παμμακάριστοι, κἔχοντες τὴν ἀξίαν·
καὶ εἰς αὐτὴν τοῦ Οὐρανοῦ, τὴν θείαν Βασιλείαν.
Τιμώμενοι ὡς βασιλεῖς, παρὰ τῷ οὐρανίῳ·
καὶ ἀθανάτῳ Βασιλεῖ, καὶ μόνῳ αἰωνίῳ.
Μέμνησθε Ἁγιώτατοι, παντὸς τοῦ χριστωνύμου·
καὶ εὐσεβοῦς πληρώματος, κᾀμοῦ τοῦ ὁμωνύμου.
Μεγαλυνάριον.
Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, μέγαν Κωνσταντῖνον Οἰκουμένης κλέος σεπτόν, καὶ τὴν Βασιλίδα, Ἑλένην τὴν Ἁγίαν, Σταυρὸν ἀνευρηκότας, τὴν σωτηρίαν ἠμῶν.
Πηγή: VOUTSINASILIAS