Ἀπολυτίκιον
Ἦχος α'. Τῆς ἐρήμου πολίτης.
Σικελίας τὸ κλέος, ᾽Εκκλησίας ἀγλάϊσμα, καὶ τῆς οἰκουμένης ἁπάσης τὸ στερρότατον ἔρεισμα, Λουκίαν ὑμνήσωμεν πιστοί, ὡς Μάρτυρα Χριστοῦ τὴν θαυμαστήν, παρθενίᾳ κοσμουμένην καὶ ἀρετῶν χαρίσμασι διαλάμπουσαν. Δόξα τῷ ἐνισχύσαντι αὐτήν, Δόξα Χριστῷ τῷ στερρώσαντι. Δόξα τῷ δωρουμένῳ τοῖς πιστοῖς στέφος τὸ ἄφθαρτον.
Έτερον Ἀπολυτίκιον
Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Παρθενίας φοροῦσα χλαῖναν ὑπέρλαμπρον, παρθενικῶς ἐμνηστεύθης τῷ Ζωοδότῃ Χριστῷ, καὶ ἀγάπην γεηροὺ μνηστῆρας ἔλιπες ὅθεν ὡς δῶρα νυμφικά, προσενήνοχας αὐτῶ, τὰ ρεῖθρα τῶν σῶν αἱμάτων, Λούκια Παρθενομάρτυς, ὦ καὶ πρεσβεύεις ὑπὲρ πάντων ἠμῶν.
Κοντάκιον
Ἦχος β'. Τὰ ἄνω ζητῶν.
Χρυσοῖς κροσσωτοῖς, στολήν σου ἐποίκιλας, καὶ ταύτῃ λαμπρῶς, τῷ θρόνῳ παρίστασαι, τοῦ Δεσπότου πάνσεμνε, ἀπολαύουσα, τῶν τούτου θείων δωρεῶν, αἰτουμένη πᾶσι θείαν ἔλλαμψιν.
Έτερον Κοντάκιον
Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Τὴν λαμπράν σου ἄθλησιν, ἀνευφημοῦντες ἐν πόθῳ, ὡς ἁγνὴν παρθένον σε, καὶ ἀθληφόρον τιμῶμεν· μόνον γὰρ, Χριστοῦ τὸ κάλλος ἐπιποθοῦσα, ἅπασαν, ἀπεβδελύξω φθαρτῶν ἰδέαν· διὰ τοῦτο καὶ τμηθεῖσα, ἀφθάρτου δόξης Λουκία ἔτυχες.
Μεγαλυνάριον
Τὸ τῆς Σικελίας κλέος πιστοί, καὶ Συρακουσίων θρέμμα ἅγιον καὶ σεπτόν, τῆς ὀρθοδοξίας οἱ μῦσται νῦν τιμῶμεν, Λουκίαν τὴν Παρθένον ὕμνοις καὶ ᾄσμασι.
Έτερον Μεγαλυνάριον
Φίλτρῳ πτερωθεῖσα τῷ θεϊκῷ, μνήστορος γηΐνου, ὑπερέδραμες τὴν στοργήν, καὶ ὀδμαῖς ἀΰλοις, τοῦ Λόγου ἑπομένη, Λουκία Ἀθληφόρε, νομίμως ἤθλησας.
Ὁ Οἶκος
Ἡ ἱερὰ τῶν ἁγίων χορεία σκιρτάτω σήμερον ἐνθέως, ἐν αὐτῷ τὴν ἁγίαν συγχορεύουσαν ἔχουσα, τῷ στεφάνῳ τῆς δόξης ἠγλαϊσμένην καὶ τῷ αἵματι τοῦ Μαρτυρίου τὴν τῆς ᾽Εκκλησίας πορφύραν ἐξωραΐζουσαν, Λουκίαν τὴν παρθένον καὶ Μάρτυρα τιμῶντες καὶ ἡμεῖς πνευματικῶς ἱκετεύσωμεν ὅπως πρεσβεύῃ τῷ αὐτῆς Δεσπότῃ καὶ Θεῷ, ἡμῖν πᾶσι δωρήσασθαι τὴν θείαν ἔλλαμψιν.
Κάθισμα
Ἦχος α’. Τὸν τάφον σου Σωτὴρ.
Μετὰ τὴν α' Στιχολογίαν
Ἐντεύξει καὶ εὐχῇ, τῷ Θεῷ καὶ Σωτῆρι, καθεῖλες ὦ σεμνή, τὸν ἀρχέκακον ὄφιν, τὸ κάλλος φθονήσαντα, τῆς ψυχῆς καὶ τοῦ σώματος, καὶ κατήγαγες, εἰς γῆν νεκρόν τε καὶ ἄπνουν, ὕμνον ᾄδουσα, τῷ σῷ Νυμφίῳ Λουκία, εἰς τέλος σθενώσαντα.
Έτερον Κάθισμα
Ἦχος πλ. α’. Τὸν Συνάναρχον Λόγον.
Μετὰ τὴν β' Στιχολογίαν
Ῥιζηδὸν τὴν κακίαν ψυχῆς ἀπέτεμες, καὶ καρποῖς εὐσεβείας αὐτὴν ἐπλούτησας, καὶ τῷ σθένει τοῦ Σταυροῦ κατενίκησας, ἐχθρόν, Λουκία Μαρτύρων κλέος, διὸ πρέσβευε τῷ Κυρίῳ ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Έτερον Κάθισμα
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Μετὰ τὸν Πολυέλεον
Τῷ κόσμῳ πηγάσαντι, τὴν σωτηρίαν Σταυρῷ, στερρῶς ἠκολούθησας, Λουκία μάρτυς σεμνή, καὶ τούτῳ παρέθηκας, πνεῦμα σὸν καὶ καρδίαν, τὴν δὲ κάραν σου ξίφει, δήμιος, ὡς ἀφεῖλε, ἐδωρήσω πιστοῖς σου, τιμῶσι μνήμην τὴν σὴν σήμερον ᾄσμασι.
Έτερον Κάθισμα
Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ
Τὸν νυμφίον σου Χριστὸν ἀγαπήσασα, τὴν λαμπάδα σου φαιδρῶς εὐτρεπίσασα, ταῖς ἀρεταῖς διέλαμψας Πανεύφημε· ὅθεν εἰσελήλυθας, σὺν αὐτῷ εἰς τοὺς γάμους, στέφος τῆς ἀθλήσεως, παρ’ αὐτοῦ δεξαμένη. Ἀλλ' ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, τοὺς ἐκτελοῦντας ἐν πίστει τὴν μνήμην σου.
Ἰδιόμελον ἐκ τῆς Λιτῆς
Ἦχος δ’.
Τοῦ κόσμου τὰ γεηρά, τῇ αἴγλῃ τῶν οὐρανίων ἀντήλλαξας, παμμακάριστε Λουκία. ῎Εργοις γὰρ ἀγαθοῖς, τὸ δοθέν σοι τάλαντον πολυπλασιάσασα, νῦν τῶν βραβείων ἀπολαύεις, τῆς δόξης Χριστοῦ τοῦ Θεοῦ, καὶ τῷ ἀΰλῳ φωτὶ Αὐτοῦ περιλάμπεσαι. ῎Οθεν μετὰ ἀγγέλων καὶ ἁγίων συγχορεύουσα, ᾄδεις αἰωνίως τὸν Τρισάγιον ῎Υμνον καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ὑμῶν.