Ἀπολυτίκιον
Ἦχος πλ. α ́. Τὸν συνάναρχον Λόγον.
Τὸν λιθόλευστον πάντες Κυρίου μάρτυρα, πανευσθενῆ Διογένη, ἰσχύϊ θείᾳ βολὰς τὰς τῶν λίθων ὑπομείναντα καὶ λάϊνον ἀμφιεσάμενον λαμπρῶς δι’ ἀγώνων ἀνδρικῶν ἱμάτιον ἐν σταδίῳ ἐγκωμιάσωμεν πόθῳ αὐτοῦ πρεσβείας ἐξαιτούμενοι.
Κοντάκιον
Ἦχος πλ. δ ́. Τῇ Ὑπερμάχῳ.
Τὸν ἐν σταδίῳ Ἰησοῦν ὁμολογήσαντα καὶ δι’ Αὐτὸν καρτεροψύχως ὑπομείναντα τὰς βολὰς τῶν λίθων δρόσον ὡς οὐρανόθεν πεμπομένην πρὸς πιστῶν ψυχῶν ἀνάψυξιν καλλιμάρτυρα στεῤῥὸν ἐγκωμιάσωμεν πόθῳ κράζοντες· Χαίροις, μάρτυς Διόγενες.
Μεγαλυνάριον
Ὥσπερ δρόσον, μάρτυς, ἐξ οὐρανοῦ τὰς βολὰς ἐδέξω λίθων χαίρων καὶ τῶν ἐχθρῶν ᾔσχυνας τὰ στίφη τῇ σῇ στεῤῥᾷ ἀθλήσει, ὁμόζηλε Στεφάνου, μάκαρ Διόγενες.
Ὁ Οἶκος
Ἄριστε καλλιμάρτυς, τὰς βολὰς ὁ τῶν λίθων, Διόγενες, καλῶς ὑπομείνας ἐν σταδίῳ καὶ στέφος λαβὼν ἐκ χειρῶν Κυρίου, τῆς χαρᾶς μέτοχος Ἀγγέλων, μάκαρ, γέγονας· διό σοι ἐν χαρᾷ βοῶμεν·
Χαῖρε, λιθόλευστος χριστομάρτυς·
χαῖρε, ὁ ἔνδοξος καλλιμάρτυς.
Χαῖρε, τῶν ἀψύχων εἰδώλων τὸ σύντριμμα·
χαῖρε, τῶν ἀπίστων καὶ πλάνων κατάπτωμα.
Χαῖρε, ὅτι καθυπέμεινας χαίρων λίθων τὰς βολάς·
χαῖρε, ὅτι διεκόσμησας ἄθλοις σου Ἐδὲμ αὐλάς.
Χαῖρε, μέσον τῶν λίθων συνθλιβεὶς ὥσπερ σῖτος·
χαῖρε, τῶν ἀθλοφόρων ἡ τιμὴ καὶ τὸ νῖκος.
Χαῖρε, εὐφράνας δῆμον χριστώνυμον·
χαῖρε, αἰσχύνας στῖφος τὸ ἄνομον.
Χαῖρε, μαρτύρων ὑπέρτιμος δόξα·
χαῖρε, εἰδώλων ἀψύχων ἡ ἧττα·
Χαίροις, μάρτυς Διόγενες.