ΠΑΤΡΙΑΡΧΙΚΗ ΚΑΙ ΣΥΝΟΔΙΚΗ ΠΡΑΞΙΣ ΑΓΙΟΚΑΤΑΤΑΞΕΩΣ
ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΝΕΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ
ΚΥΡΙΛΛΟΥ ΤΟΥ ΛΟΥΚΑΡΕΩΣ
ΠΑΠΑ ΚΑΙ ΠΑΤΡΙΑΡΧΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΤΟ ΠΡΟΤΕΡΟΝ
ΕΙΤΑ ΔΕ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΚΑΙ ΟΙΚΟΥΜΕΝΙΚΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΓΕΝΟΜΕΝΟΥ
Τοὺς τῆς εὐαγγελικῆς τελειότητος, σπουδῇ ἁγίᾳ καὶ ἀρετῶν συντονίᾳ, διανύσαντας τρίβον καὶ ἑαυτοὺς ἀναλώσαντας ἔργῳ ἐμπράκτῳ τε καὶ πράξει ἐλλόγῳ ἐν τῇ ὑπακοῇ τοῦ Χριστοῦ καὶ τῇ ἀγάπῃ πρὸς τὸν Θεὸν καὶ τὸν πλησίον, καὶ ἀντιταξαμένους τῷ κοσμοκράτορι τοῦ αἰῶνος τούτου, καὶ νικήσαντας τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας τοῦ σκότους, καὶ μαρτυρήσαντας τὴν καλὴν ὁμολογίαν καὶ τὴν πίστιν κρατύναντας, τήν τε ᾿Εκκλησίαν στηρίξαντας καὶ τὴν δόξαν αὐτῆς λαμπρύναντας, καὶ τοῖς ἐνδόξοις αὐτῶν μαρτυρίοις κηρύξαντας καὶ ἔτι κηρύττοντας ὅτι αὐτῆς οὐδὲ πύλαι Ἅιδου κατισχύσουσι δύνανται, ἱεραῖς μνήμαις καὶ ἑορταῖς, συνάξεσί τε καὶ πανηγύρεσι σεμνύνειν καὶ τιμᾶν καὶ ἐπαινεῖν ἐξ ἀρχῆς παρὰ τῶν Πατέρων ἡμῶν ἐλάβομεν, τοῦτο πιστεύοντες ὅτι ὁ τιμῶν Κύριον τιμᾷ καὶ ῞Αγιον, ὁ δὲ ἀτιμάζων ῞Αγιον ἀτιμάζει καὶ τὸν ἑαυτοῦ Δεσπότην, ὡς κάλλιστα που διδάσκει ὁ τῆς Σαλαμῖνος ᾿Επιφάνιος· ἔτι δέ, εἰς τὴν πρὸς τὸν φιλάνθρωπον Θεὸν ἱκεσίαν τούτους ἐπικαλεῖσθαι, τοῦ δι᾿ αὐτῶν, ἤγουν διὰ τῆς μεσιτείας αὐτῶν ἵλεων ἡμῖν γενέσθαι Αὐτόν, καὶ λύτρον ἡμῖν τῶν πταισμάτων δοθῆναι.
᾿Επειδὴ τοίνυν τοιούτοις ἐξέχουσιν ἁγιότητος προτερήμασιν ἐπὶ τῆς γῆς ἐπολιτεύσατο καὶ ἐν τῷ καιρῷ τῆς ἐπιγείου αὐτοῦ ἀναστροφῆς διεκέκριτο, ὁ ἐκ τῆς Μεγαλονήσου Κρήτης, καὶ δὴ ἐκ Χάνδακος τῆς Μητροπόλεως αὐτῆς, τοῦ γε νῦν καλουμένου ῾Ηρακλείου, ὁρμώμενος, καὶ ἐν τῆς Μεγάλης Πόλεως ᾿Αλεξανδρείας τῷ Θρόνῳ τὸ πρῶτον διαπρέψας, εἶτα δὲ τὸν Οἰκουμενικὸν τῆς Κωνσταντινουπόλεως Θρόνον κατακοσμήσας, Κύριλλος ὁ ἐπονομαζόμενος Λούκαρις, ἔχων παιδιόθεν τὴν πρὸς τὰ κρείττονα ἔφεσιν καὶ ἀποταξάμενος γνησίως τοῖς βιοτικοῖς πράγμασι καὶ τῆς κατ᾿ ἄμφω σοφίας ταῖς χάρισι διαλάμψας, χρηματίσας δὲ τῆς ἐν Χριστῷ εὐσεβείας ἐν διδαχαῖς καὶ συγγράμμασι κῆρυξ θεόσοφος καὶ διδάσκαλος, ποιμάνας τὸ ἐμπιστευθὲν αὐτῷ ποίμνιον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ καὶ τελείᾳ ἑαυτοῦ ἀπαρνήσει, προστὰς τῆς κατ᾿ ᾿Ανατολὰς ᾿Ορθοδόξου ἡμῶν ᾿Εκκλησίας ἐν τοῖς χαλεποῖς χρόνοις τῆς τῶν ἀλλοπίστων ἐχθρῶν δουλείας καὶ ὑπερμαχήσας ἔργῳ καὶ λόγῳ τοῦ Ὀρθοδόξου πληρώματος ἄχρι γήρατος, ἕως οὗ καὶ τὸν μαρτυρικὸν τῇ κζ’ ᾿Ιουνίου τοῦ χιλιοστοῦ ἑξακοσιοστοῦ τριακοστοῦ καὶ ὀγδόου σωτηρίου ἔτους ὑπέμεινε θάνατον, στραγγαλισθεὶς ὑπὸ τῶν αἱμοδιψῶν Γενιτσάρων καὶ ἀκοντισθεὶς τῷ τῆς θαλάσσης βυθῷ, θεμελιωθείσης δ᾿ οὕτω περὶ αὐτοῦ αὐθορμήτως ὑπὸ συγχρόνων καὶ μεταγενεστέρων τῆς ἀναγνωρίσεως αὐτοῦ ὡς Μάρτυρος ἐν ῾Ιεράρχαις, καὶ τιμηθέντος ἅμα τῷ μαρτυρίῳ αὐτοῦ δι᾿ ἐκκλησιαστικῆς ᾿Ακολουθίας, συνταχθείσης ὑπὸ τοῦ ῾Οσίου Πατρὸς ἡμῶν Εὐγενίου τοῦ Νέου, τοῦ ἐπονομαζομένου Αἰτωλοῦ, πρὸς δὲ λαβόντες ὑπ᾿ ὄψιν καὶ ὅσα δι᾿ ἀναφορᾶς αὐτοῦ καὶ εἰσηγήσεως ἐξέθεσε καὶ συνοδικῶς ἐβεβαιώσατο ὁ Σεβασμιώτατος Μητροπολίτης Κένυας κύριος Μακάριος, περὶ κατατάξεως τοῦ εἰρημένου ῾Ιεράρχου ἐν τῇ τῶν ῾Αγίων ῾Ιεραρχῶν καί Μαρτύρων χορείᾳ διατυπούμενος, ἡ Μετριότης ἡμῶν, μετὰ τῶν περὶ ἡμᾶς ῾Ιερωτάτων Μητροπολιτῶν, τῶν ἐν ῾Αγίῳ Πνεύματι ἀγαπητῶν ἡμῖν ἀδελφῶν καὶ συλλειτουργῶν, ἀποδιδόντες πρὸς τὴν θεάρεστον αὐτοῦ βιοτὴν καὶ πολιτείαν, τὰς ἐξαιρέτους αὐτοῦ ὑπηρεσίας πρὸς τὸν καθ᾿ ἡμᾶς ῾Αγιώτατον Ἀποστολικὸν τῆς ᾿Αλεξανδρείας Θρόνον καὶ τὴν καθόλου ᾿Ορθόδοξον ᾿Εκκλησίαν, τοὺς ὑπὲρ τῆς ᾿Ορθοδόξου Πίστεως καὶ εὐσεβείας ἀτρύτους αὐτοῦ ἀγῶνας καὶ καμάτους, τὸ γενναῖον, κἄν ἐν γήρατι, μαρτύριον καὶ περὶ τῆς πνευματικῆς ὠφελείας τῶν πιστῶν πρόνοιαν ποιούμενοι, καὶ διαφημισθείσης τῆς φήμης πρὸς ἡμᾶς, ὅτι τὰ τίμια αὐτοῦ λείψανα, πλήρη εὐωδίας πνευματικῆς, ἐν τῇ περιπύστῳ τῆς ῾Υπεραγίας Θεοτόκου Μονῇ, τῇ ἐπονομαζομένῃ τῆς ᾿Αγκαράθου, ἔνθα ὁ μακάριος τὸ τῶν Μοναχῶν τίμιον σχῆμα ἐνεδύσατο, ἐντὸς ἀργυρᾶς θήκης φυλάσσονται καὶ εἰς προσκύνησιν ὑπὸ τῶν πιστῶν πρὸς ἁγιασμὸν αὐτῶν τίθενται, καὶ ὅτι θαυμάτων παρεκτικὰ ταῦτα ὁ Κύριος ἀνέδειξεν, ἔγνωμεν συνῳδὰ τοῖς πρὸ ἡμῶν Θείοις Πατράσι τῷ κοινῷ τῆς ᾿Εκκλησίας ἔθει κατακολουθοῦντες, τὴν προσήκουσαν τοῖς ἁγίοις ἀνδράσι καὶ τούτῳ ἀπονεῖμαι τιμήν.
Διὸ καὶ ἀποφαινόμεθα Συνοδικῶς, θεσπίζομεν καὶ διορίζομεν καὶ ἐν ῾Αγίῳ διακελευόμεθα Πνεύματι, ὅπως ἀπὸ τοῦ νῦν καὶ εἰς τὸ ἑξῆς εἰς αἰῶνα τὸν ἅπαντα, ὁ προῤῥηθεὶς ἀοίδιμος Πατριάρχης Κύριλλος, ὁ ἐπονομαζόμενος Λούκαρις, συναριθμῆται τῷ χορῷ τῶν ῾Αγίων ῾Ιεραρχῶν καὶ Μαρτύρων τῆς ᾿Εκκλησίας, ἐτησίαις ἱεροτελεστίαις καὶ ἀγιστείας τιμώμενος παρὰ τοῦ εὐσεβοῦς πληρώματος τῶν πιστῶν καὶ ὕμνοις ᾀσμάτων καὶ ἐγκωμίοις γεραιρόμενος τῇ κζ' ᾿Ιουνίου, ἐν ᾗ τὸ μαρτύριον αὐτοῦ ἐτετελείωτο, εἰς τιμὴν μὲν αὐτοῦ, δόξαν δὲ τοῦ ἐν ῾Αγίοις θαυμαστοῦ Θεοῦ ἡμῶν, τοῦ τοὺς ῾Αγίους δοξάζοντος καὶ ἐνδοξαζομένου ἐν ταῖς ἁγίαις αὐτῶν μνήμαις καὶ ἱεραῖς πανηγύρεσι.
Εἰς ἔνδειξιν δὲ τούτου καὶ βεβαίωσιν ἐγένετο καὶ ἡ παροῦσα Πατριαρχικὴ ἡμῶν καὶ Συνοδικὴ Πρᾶξις, καταστρωθεῖσα καὶ ὑπογραφεῖσα ἐν τῷ ἱερῷ Κώδικι τῆς καθ᾿ ἡμᾶς ῾Αγιωτάτης ᾿Εκκλησίας τῆς ᾿Αλεξανδρείας.
᾿Εν ἔτει σωτηρίῳ δισχιλιοστῷ καὶ ἐνάτῳ, κατὰ μῆνα Ὀκτώβριον, τῇ ἕκτῃ.
†Ὁ Ἀλεξανδρείας ΘΕΟΔΩΡΟΣ Β’
†Ὁ Γέρων Μέμφιδος Παῦλος
†Ὁ Γέρων Λεοντοπόλεως Διονύσιος
†Ὁ Γέρων Ἀξώμης Πέτρος
†Ὁ Κένυας Μακάριος
†Ὁ Καμπάλας Ἰωνᾶς
†Ὁ Ἰωαννουπόλεως καὶ Πρετορίας Σεραφείμ
†Ὁ Νιγηρίας Ἀλέξανδρος
†Ὁ Τριπόλεως Θεοφύλακτος
†Ὁ Καλῆς Ἐλπίδος Σέργιος
†Ὁ Καρθαγένης Ἀλέξιος
†Ὁ Μουάνζας Ἱερώνυμος
†Ὁ Πηλουσίου Καλλίνικος
†Ὁ Πτολεμαΐδος Προτέριος
†Ὁ Ζιμπάμπουε Γεώργιος
†Ὁ Ἑρμουπόλεως Νικόλαος
†Ὁ Εἰρηνουπόλεως Δημήτριος
†Ὁ Κεντρώας Ἀφρικῆς Ἰγνάτιος
†Ὁ Χαρτοὺμ Ἐμμανουὴλ
†Ὁ Καμεροὺν Γρηγόριος
Πηγή: Ιερά Μητρόπολις Ρόδου