Παρακλητικὸς κανὼν εἰς τὴν Ὑπεραγίαν Θεοτόκον
Ψαλεῖς ἐν ἔτει 1821 ἐπὶ τῷ κατὰ τῶν Χριστιανῶν διωγμῷ
(Ποίημα Ἰωάννου)
«Εὐλογητός…», «Κύριε εἰσάκουσον…» καὶ «Θεὸς Κύριος…».
Εἶτα τὸ παρὸν τροπάριον. Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῇ Θεοτόκῳ, οἱ πιστοί, νῦν προσπέσωμεν, τῶν ἱερέων λαϊκῶν τε ὁ σύλλογος, ἐν μετανοίᾳ κράζοντες καὶ δάκρυσι θερμοῖς, λύτρωσον τοὺς δούλους σου τοῦ παρόντος κινδύνου, τῆς αἰχμαλωσίας τε καὶ σφαγῆς καὶ ἀγχόνης· κἄν ἡμεῖς ἡμάρτομεν πρὸς σέ, σὺ δέ, Παρθένε, τὰ νήπια οἴκτειρον.
Ὁ Ν’ Ψαλμὸς καὶ ὁ Κανών.
Ὠδῂ α’. Ἦχος πλ. δ’. Πολλοῖς συνεχόμενος.
Πολλοῖς συνεχόμενοι πειρασμοῖς, τοῖς ἐξ ἀλλοφύλων ἀπειλούντων νῦν καθ’ ἡμῶν, φόνον καὶ δεινὴν αἰχμαλωσίαν, σοί, Θεοτόκε, καταφεύγομεν.
Παθῶν καὶ κινδύνων με προσβολή, ἀπειλὴ σφαγῆς τε καὶ ἀγχόνης ὀδυνηρᾶς, θορυβοῦσιν ἤδη τὴν ψυχήν μου, σὺ δὲ με λύτρωσαι, Πανάμωμε.
Σωτῆρα τεκοῦσα σὺ καὶ Θεόν, σῶσον πᾶν τὸ γένος τῶν ἀθλίων Χριστιανῶν, φόνου καὶ δεινῆς αἰχμαλωσίας, τὰ παρ’ ἀλλοφύλων ἀπειλούμενα.
Νοσοῦντες τὸ σῶμα καὶ τὴν ψυχήν, διὰ φόβον, Μῆτερ, τοῦ παρόντος νῦν διωγμοῦ, ὡς παραφρονοῦντες ἐν σπηλαίοις καὶ ἐν τοῖς ὄρεσι κρυπτόμεθα.
Ὠδῂ γ’. Οὐρανίας ἁψῖδος.
Προστασία καὶ σκέπη πάντων ἡμῶν πέφυκας, σύ, θεογεννῆτορ Παρθένε, ὅθεν διάσωσον ξίφους, ἀγχόνης τε, δι’ ὧν ἡμᾶς θανατοῦσιν οἱ τῆς Ἄγαρ ἔκγονοι οἱ ἀγριώτατοι.
Ἱκετεύομεν, Κόρη, τοῦ διωγμοῦ λύτρωσαι καὶ αἰχμαλωσίας καὶ φόνου ἡμᾶς τοὺς δούλους σου, οἴκτειρον νήπια καὶ ἀπειρόκακα βρέφη τῶν καταφευγόντων σοι μόνη Πανύμνητε.
Εὐεργέτις καὶ ρύστης χριστιανῶν πέλουσα, Κόρη ἀπειρόγαμε, σὺ διαφύλαξον τῆς αἰχμαλωσίας, ἀπειρογάμους παρθένους ἀμολύντους, Δέσποινα, προσκαλουμένας σε.
Χαλεπαῖς τυραννίαις καὶ συμφοραῖς ἅπαντες νῦν περιπεσόντες, Παρθένε, σοὶ καταφεύγομεν, πρόφθασον, λύτρωσαι, αἰχμαλωσίας καὶ φόνου οἴκτειρον, ἐλέησον ἡμᾶς. Πανύμνητε.
Ὠδῂ δ’. Εἰσακήκοα, Κύριε.
Τῶν παθῶν καὶ τοῦ κλύδωνος τοῦ καταλαβόντος ἡμᾶς διάσωσον· ἐπὶ σοὶ γὰρ ἀνεθέμεθα πᾶσαν τὴν ἐλπίδα μας, Θεονύμφευτε.
Εὐσπλαγχνίας ἀξίωσον τοὺς τυραννουμένους ἡμᾶς, Θεόνυμφε, τοὺς πικρῶς τυραννουμένους τε, καὶ βουλὰς τῆς Ἄγαρ διασκέδασον.
Ἐπὶ κλίνης δακρύοντες τὴν ἡμῶν στρωμνὴν κλαυθμοῖς καταβρέχομεν, τῆς ρομφαίας ἡμᾶς λύτρωσαι ταύτης, Θεοτόκε ἱκετεύομεν.
Οἱ ἐλπίδα σε ἔχοντες ἐν τοῖς πειρασμοῖς ἀεί, Θεόνυμφε, πρὸς σὲ πάλιν καταφεύγομεν καὶ ἐν τῇ παρούσῃ συμφορᾷ ἡμῶν.
Ὠδῂ ε’. Φώτισον ἡμᾶς.
Ἔμπλησον, ἁγνή, παρακλήσεως τοὺς δούλους σου, ἀπηλπισμένους ὄντας, Δέσποινα, καὶ πλήν σου καταφύγιον οὐκ ἔχοντας.
Λύτρωσαι ἡμᾶς τοῦ παρόντος διωγμοῦ, ἁγνή, φόνου, ἀγχόνης καὶ δουλείας πικρᾶς, χριστιανῶν ἡ ἐτοίμη ἀντίληψις.
Λῦσον τὴν δεινὴν ἀγριότητα, Πανύμνητε, ἐχθρῶν τῶν διωκόντων ἡμᾶς, καὶ σωτηρίαν τῇ πρεσβείᾳ σου χορήγησον.
Ἴασαι ψυχῶν τὰς ὀδύνας καὶ σωμάτων ἡμῶν, ἑκάστῃ ὥρᾳ γὰρ πτοούμεθα ξίφη τῆς Ἄγαρ καθ’ ἡμῶν ἑτοιμαζόμενα.
Ὠδῂ στ’. Τὴν δέησιν ἐκχεῶ.
Θανάτου τοῦ ἐξ ἐχθρῶν νῦν λύτρωσαι, ὀρθοδόξων σὺ τὸ γένος, Παρθένε, ὡς γὰρ δεινοὶ αἱμοβόροι τε κύνες πολλοὺς φονεύουσιν οὗτοι χωρίζοντες τέκνα μητρός, καὶ μητέρας τῶν τέκνων, οἱ ἄσπλαγχνοι.
Προστάτιν σε τῶν πιστῶν γινώσκομεν, σὺ οὖν φρούρησον ἡμᾶς, Θεομῆτορ, τοῦ διωγμοῦ, καὶ οἰκτίστου θανάτου, καταπιεῖν γὰρ τὸ αἷμα βουλεύονται ἀλλόφυλοι πάντων ἡμῶν, ὡς γὰς θῆρες ἡμᾶς κατεκύκλωσαν.
Ὡς τεῖχος καταφυγῆς σε ἔχομεν, καὶ λιμένα σωτηρίας, Παρθένε, σοι τοιγαροῦν καταφεύγομεν πάντες, ἀνδρῶν, γυναικῶν, παιδίων ὁ σύλλογος, οἰκτείρησον τοὺς στεναγμοὺς τῶν εἰς σὲ ἐλπιζόντων, Θεόνυμφε.
Ἐν κλίνῃ ὡς τεθνηκότες κείμεθα ἐκ τοῦ φόβου, Θεοτόκε Παρθένε, πῶς γὰρ αὐτοῖς ἀντιστῶμεν ἐνόπλοις τοῖς δυσσεβέσιν ἡμεῖς ὄντες ἄοπλοι; σὺ οὖν γενοῦ ἡμῖν, Ἁγνή, ὅπλον καὶ τεῖχος ἀπόρθητον.
Διάσωσον ἀπὸ κινδύνων τοὺς δούλους σου…
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε…
Αἴτησις καὶ τὸ Κοντάκιον. Ταχὺ προκατάλαβε.
Ἐπίβλεψον, Δέσποινα, ἐπὶ τοὺς δούλους τοὺς σούς, φυλάττουσα ἅπαντας ἀπὸ ἐχθρῶν δυσμενῶν καὶ πρόφθασον, λύτρωσαι φόνου, αἰχμαλωσίας καὶ δεινῆς τυραννίας, τῆς νῦν ἀπειλουμένης καθ’ ἡμῶν τῶν ἀθώων, τῶν καταφευγόντων, Παρθένε, ὑπὸ τὴν σκέπην σου.
Εἶτα τὸ Εὐαγγέλιον καὶ τὰ λοιπὰ συνήθη τῆς Παρακλήσεως.
Ὠδῂ ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τὴν ἡμῶν σωτηρίαν, ὡς ἐθέλουσα, Μῆτερ θεοχαρίτωτε, ἱκέτευσον τὸν κτίστην Θεόν τε καὶ Υἱόν σου, διασῶσαι τοὺς δούλους σου, ἀπὸ ἐχθρῶν δυσμενῶν, ἀγχόνης τε καὶ ξίφους.
Θελητὴν τοῦ ἐλέους καὶ πηγὴν εὐσπλαγχνίας, Ἁγνή, σὲ ἔγνωμεν, διάσωσον πᾶν τάγμα λαοῦ, καὶ ἱερέων, ἐνδεῶν καὶ πλουσίων τε φονευομένων πικρῶς παρὰ τῶν ἀλλοφύλων.
Θησαυρὸς σωτηρίας τῶν πιστῶν σὺ ὑπάρχεις, Θεοχαρίτωτε, ἐπίβλεψον ἐξ ὕψους, ἐπάκουσον, Παρθένε, στεναγμοὺς τῶν βοώντων σοι σῶσον ἡμᾶς τοὺς πιστούς, πικρῶς φονευομένους.
Σωμάτων τυραννίας καὶ ψυχῶν τὰς ὀδύνας σὺ παραμύθησον, γονέων ἀτεκνίαν, καὶ τέκνων ὀρφανίαν νῦν οἰκτείρησον, Δέσποινα, σὺ γὰρ θερμὴ τῶν πιστῶν ὑπάρχεις προστασία.
Ὠδῂ η’. Τὸν Βασιλέα.
Τοὺς βοηθείας τῆς παρὰ σοῦ δεομένους, ρῦσαι φόνου καὶ πικρᾶς τυραννίας, ἵμα σε ὑμνῶμεν, Ἁγνή, εἰς τοὺς αἰῶνας.
Τῇ ἀσθενείᾳ τῇ ἡμετέρᾳ, Παρθένε, ἀναλόγους τὰς ὀδύνας παρέχου· οἶδας γὰρ ἀνθρώπων ἡμῶν τὴν ἀτονίαν.
Τῶν πειρασμῶν νῦν ἐλευθέρωσον, Κόρη, καὶ πικρᾶς αἰχμαλωσίας καὶ φόνου· σοὶ γὰρ τὴν ἐλπίδα ἔχομεν εἰς αἰῶνας.
Τοὺς φονευθέντας μέχρι τοῦδε πιστούς σου ἐν χορῷ κατάταξον μαρτύρων, ὡς ὁμολογοῦντας, Παρθένε, τὸν Υἱόν σου.
Ὠδῂ θ’. Κυρίως Θεοτόκον.
Ροὴν τὴν τῶν δακρύων βλέπουσα, Παρθένε, τῶν ἡμετέρων ἐλέησον, οἴκτειρον, διωκομένους τοὺς πίστει σοι καταφεύγοντας.
Λιμὴν καὶ ὅρμος τῶν τυραννουμένων ὑπὸ ἐχθρῶν ἀλλοφύλων, Πανύμνητε, καὶ διατήρησον πάντας ὑπὸ τὴν σκέπην σου.
Φωτὸς τοῦ ἀνεσπέρου πλήρωσον, Παρθένε, τοὺς φονευθέντας πιστούς σου ὑπὸ ἐκφύλων ἐχθρῶν καὶ τοῖς τῶν μαρτύρων συγκαταρίθμησον.
Χαρᾶς, Παρθενομῆτορ, καὶ παρηγορίας τὸν σὸν λαὸν τὸν πανάθλιον ἔμπλησον, τοῦ διωγμοῦ καὶ τοῦ φόνου διαφυλάττουσα.
Μεγαλυνάρια, ὧν ἡ ἀκροστιχὶς τὸ τοῦ ποιητοῦ ὄνομα.
Τὴν ὑψηλοτέραν.
Ἵλεως, Παρθένε, ἡμῖν γενοῦ, καὶ ἐν τάχει σῶσον ἡμᾶς πάντας τοῦ διωγμοῦ, φόνου καὶ ἀγχόνης, πικρᾶς αἰχμαλωσίας καὶ βουλὰς τῆς Ἄγαρ διασκέδασον.
Ὡς ἐβόα πάλαι πρὸς τὸν Θεὸν τὸ αἷμα τοῦ Ἄβελ τὸ ἀθῶον καὶ καθαρόν, οὕτω, Θεοτόκε, βοᾷ καὶ νῦν τὸ αἷμα τῶν δούλων σου, ἀδίκως ὡς ἐκχυνόμενον.
Ἀγχόνης καὶ ξίφους οἱ δυσσεβεῖς ἔργον ἐκτελοῦσι τοὺς προκρίτους καὶ ἱερεῖς, πολλοὺς δὲ πενήτων καὶ ἐν βυθῷ θαλάσσης συνάμα, Θεομῆτορ, καταποντίζουσι.
Νῦν ἀγριωθέντες οἱ δυσσεβεῖς, παγγενῆ ζητοῦσιν, ἐξαλεῖψαι τοὺς εὐσεβεῖς, ὦ ἥλιε φρῖξον ἀνόμων τὴν μανίαν, σὺ δέ, Παρθενομῆτορ, τούτους ἐκδίκησον.
Νεῦσον παρακλήσεσιν ἱκετῶν, οἴκτειρον καὶ ρῦσαι, Θεοτόκε, τὸν σὸν λαόν, τοῦ παρόντος φόνου καὶ τῆς αἰχμαλωσίας καὶ μὴ παρατηρήσῃς τὰς ἀνομίας ἡμῶν.
Οἶδα, Δέσποινά μου, ὅτι ἡμεῖς οἱ ἐν ἁμαρτίαις ἐσμὲν ἄξιοι σῆς ὀργῆς σὺ δέ, Θεοτόκε, οἰκτείρησον καὶ σῶσον τὰ νήπια καὶ βρέφη τὰ ἀπειρόκακα.
Ὕψωσον τὸ κέρας Χριστιανῶν, τῶν τυραννουμένων ἐξ ἀγρίων ἀλλογενῶν καὶ γὰρ ἁμαρτίας ἐσμὲν πεποιηκότες ἀλλ’ ἐν σοί, Θεοτόκε, πάντων ἐλπίζομεν.
Πρὸς τὸν Ἅγιον Νικόλαον.
Ὥσπερ ἐν ὀνείρῳ τῷ βασιλεῖ ἐρρύσω ἐκ θανάτου ἐν φυλακῇ τοὺς τρεῖς στρατηλάτας, οὕτω καὶ νῦν λυτρώσῃς ἡμᾶς τῆς καταδίκης, πάτερ Νικόλαε.
Ὑπὲρ τῶν φονευθέντων.
Ψυχὰς τῶν σῶν δούλων, Χριστὲ Σωτήρ, τῶν πεφονευμένων νῦν ἐν τούτῳ τῷ διωγμῷ, ἐν χοροῖς μαρτύρων συναρίθμησον, ὅτι τεθνήκασιν ἐν πίστει σῇ προσκυνοῦντές σε.
Ἐν ὄρεσι φεύγων ὁ δυστυχής, φόβῳ τοῦ θανάτου, ἐν σπηλαίοις, ὀπαῖς τῆς γῆς, προσφέρω σοι, Σῶτερ, θερμῶς τοὺς ὕμνους τούτους, ὑπὲρ ἐμοῦ καὶ πάντων τῶν προσκυνούντων σε.
Τὸ Τρισάγιον καὶ εἶτα τὰ παρόντα.
Τροπάριον. Ὅτε ἐκ τοῦ ξύλου σε.
Πάντας διαφύλαξον, ἁγνή, τοὺς ὑμνολογοῦντάς σε, Κόρη, ἀπὸ τοῦ νῦν διωγμοῦ, σφαγῆς καὶ ἀγχόνης τε αἰχμαλωσίας πικρᾶς, καὶ βουλὰς διασκέδασον ἀγρίων βαρβάρων· οὗτοι γὰρ βουλεύοντες ἐκχέειν αἷμα ἡμῶν· φεῖσαι τοῦ λαοῦ σου, Παρθένε, οἴκτειρον παιδία καὶ βρέφη, σκέπασον ἡμᾶς ὑπὸ τὴν σκέπην σου.
Ἕτερον.
Ἄφνω νῦν κατέλαβεν ἡμᾶς διωγμός, σφαγὴ καὶ ἀγχόνη ὑπὸ βαρβάρων ἐχθρῶν, οὗτοι γὰρ ἐκύκλωσαν ἡμᾶς ὡς κύνες πολλοὶ καὶ τὸ αἷμα ἐκχέουσιν ἡμῶν τῶν ἀθώων, καταιχμαλωτίζοντες ἡμῶν τὰ τέκνα πικρῶς, ποῦ οὖν καταφύγωμεν, Κόρη, πλὴν πρὸς σὲ Θεοῦ τὴν Μητέρα, τῶν Χριστιανῶν τὸ καταφύγιον;
Ὁ ἱερεὺς μνημονεύει καὶ ποιεῖ τὴν Ἀπόλυσιν.
Ἔλα, Ἰησοῦ Χριστέ μου, καὶ θέσε σὲ ἐνέργεια τὰ σχέδια τῆς Θείας Προστασίας Σου.
Πηγή: Ἀρχονταρίκιον