Ἀπολυτίκιον
Ἦχος δ’. Ταχύ προκατάλαβε.
Λαοὶ προσκιρτήσατε, χείρας κροτοῦντες πιστῶς, καὶ πόθῳ ἀθροίσθητε, σήμερον χαίροντες, καὶ φαιδρῶς ἀλαλάζοντες, πάντες ἐν εὐφροσυνῃ· τοῦ Θεοῦ γὰρ ἡ Μήτηρ, μέλλει τῶν ἐπιγείων, πρὸς τὰ ἄνω ἀπαίρειν ἐνδόξως· ἣν ἐν ὕμνοις ἀεί, ὡς Θεοτόκον δοξάζομεν.
Κοντάκιον
Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Τῇ ἐνδόξῳ μνήμη σου ἡ οἰκουμένη, τῷ ἀϋλῳ Πνεύματι, πεποικιλημένη νοερῶς, ἐν εὐφροσύνῃ κραυγάζει σοι, Χαῖρε Παρθένε, Χριστιανῶν τὸ καύχημα.