Να, συν τοις άλλοις, πως η Εκκλησία υμνεί τον αρχάγγελο Γαβριήλ σ' αυτή τη γιορτή του:
«Θρόνω παριστάμενος τῆς τρισηλίου Θεότητας καὶ πλουσίως λαμπόμενος, ταὶς θείαις λαμπρότησι, ταὶς ἐκπεμπομέναις, ἀπαύστως ἐκεῖθεν, τοὺς ἐπὶ γῆς χαρμονικῶς, χοροστατοῦντας καὶ εὐφημούντας σέ, παθῶν ἀχλύος λύτρωσαι, καὶ φωτισμῶ καταλάμπρυνον, Γαβριὴλ Ἀρχιστράτηγε, πρεσβευτὰ τῶν ψυχῶν ἠμῶν.
Τῶν ἀσωμάτων λειτουργῶν ὡς πρωτεύων, τὸ πρὸ αἰώνων ὁρισθὲν ὄντως μέγα, σὺ Γαβριὴλ πεπίστευσαι μυστήριον, τόκον τὸν ἀπόρρητον, τῆς ἁγίας Παρθένου,...
Ἀπολυτίκιον
Ἦχος δ'. Ταχὺ προκατάλαβε.
Ὡς θεῖος Ἀρχάγγελος, τῶν νοερῶν στρατιῶν, Τριάδος τὴν ἔλλαμψιν, καθυποδέχη λαμπρῶς, Γαβριὴλ Ἀρχιστράτηγε, ὅθεν ἐκ πάσης βλάβης, καὶ παντοίας ἀνάγκης, σῷζε ἀπαρατρώτους, τοὺς πιστῶς σὲ τιμώντας, καὶ πόθω ἀνευφημούντας, τὰ σὰ θαυμάσια.
Έτερον Ἀπολυτίκιον
Ἦχος δ'.
Τῶν Οὐρανίων στρατιῶν Ἀρχιστράτηγε, δυσωποῦμέν σε ἀεὶ ἡμεῖς οἱ ἀνάξιοι, ἳνα ταῖς σαῖς δεήσεσι τειχίσης ἡμᾶς, σκέπη τῶν πτερύγων τῆς ἀΰλου σου δόξης, φρουρῶν ἡμᾶς προσπίπτοντας, ἐκτενῶς καὶ βοῶντας, Ἐκ τῶν κινδύνων...