Ἀπολυτίκιον
Ήχος πλ. α'. Τον συνάναρχον Λόγον.
Χαίρε Όσσης ο γόνος και θείον βλάστημα, Παρθενομάρτυς Κυράννα Νύμφη Χριστού του Θεού, η αθλήσασα στερρώς υστέροις έτεσι, και καθελούσα τον εχθρόν, καρτερία σταθερά. Και νυν απαύστως δυσώπει, υπέρ των πίστει τιμώντων, την μακαρίαν σου άθλησιν.
Κοντάκιον
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων.
Παρθενομάρτυς Κυράννα, νύμφη Χριστοῦ ἀληθῶς καλλιπάρθενε, τοὺς τῇ θερμῇ σου πρεσβείᾳ προστρέχοντας, παντοίων νόσων καὶ θλίψεων λύτρωσαι, καὶ δίδου ἡμῖν χαρὰν ἄληκτον.
Κάθισμα
Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβείᾳ τῇ σῇ, προστρέχουσα ἑκάστοτε, Κυράννα σεμνή, λαμβάνει τὰ αἰτήματα, Ὄσσα ἡ σὲ βλαστήσασα, καὶ βοᾷ σοι ἀεὶ μετὰ πίστεως· ἐκ συμφορῶν με ἐν βίῳ πικρῶν, ἀπήμαντον Μάρτυς διαφύλαττε.