Ἀπολυτίκιον
Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Σαμοθράκης λαμπτῆρες καὶ τῆς Μάκρης ἀγλάισμα, Νεομάρτυρες θεῖοι ἀληθῶς ἀνεδείχθητε, ἀθλήσαντες στερρῶς ὑπὲρ Χριστοῦ, καὶ λύσαντες τὴν πλάνην τοῦ ἐχθροῦ, Μανουὴλ σὺν Θεοδώρω καὶ Μιχαήλ, καὶ οἱ διττοὶ Γεώργιοι, δόξα τῷ ἐνισχύσαντι ὑμᾶς, δόξα τῷ στεφανώσαντι, δόξα τῷ χορηγούντι δι' ὑμῶν, ἠμὶν χάριν καὶ ἔλεος.
Κοντάκιον
Ἦχος δ΄. Ὁ ὑψωθείς.
Τοὺς Ἀθλοφόρους τοῦ Χριστοῦ χαρμοσύνως, ἀνευφημήσωμεν πιστῶν αἱ χορεῖαι, ὅτι αὐτοὶ ἐκήρυξαν λαμπρᾷ τῇ φωνῇ, Χριστὸν τὸν Θεὸν ἡμῶν, ὠμοτάτοις βαρβάροις, Μανουὴλ Θεόδωρος, Μιχαῆλος σὺν δύο, τοῖς Γεωργίοις οὓς χρεωστικῶς, ἀνευφημοῦντες τιμῶμεν ἐν ᾄσμασιν.
Μεγαλυνάριον
Σαμοθράκης νήσου γόνους λαμπρούς, καὶ τῆς χώρας Μάκρης, μέγα κλέος τε καὶ φρουρούς, καὶ τῶν ἀσθενούντων, ἰατρούς τε καὶ σώστας, τοὺς πέντε μεγάθλους ἀνευφημήσωμεν.