ΕΚ ΤΗΣ ΑΚΟΛΟΥΘΙΑΣ ΤΟΥ ΑΓΙΟΥ ΔΙΟΝΥΣΙΟΥ ΤΟΥ ΑΡΕΟΠΑΓΙΤΟΥ
Ποίημα Ἀποστόλου Βαλληνδρᾶ
Την παρακάτω Ακολουθία, την παρουσιάζουμε κυρίως για μελέτη και όχι για λειτουργική χρήση αφού δεν γνωρίζουμε αν είναι εγκεκριμένη ή όχι. Όποιος αναγνώστης μπορεί να βοηθήσει σε αυτό, μην διστάσει να επικοινωνήσει μαζί μας....
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Ἀπολυτίκιον.
Ἦχος γ´. Θείας πίστεως.
Χαίρει ἔχουσα Ἀθηνῶν πόλις ἀντιλήπτορα καὶ πολιοῦχον τὸν πρωτεπίσκοπον αὐτῆς Διονύσιον, Ἀρχιερέων λαμπρὸν ἐγκαλλώπισμα καὶ τῶν μαρτύρων σεμνὸν ἐπικόσμημα. Ἀξιάγαστε, Χριστὸν τὸν Θεὸν ἱκέτευε τηρεῖν ἡμᾶς καὶ πόλιν σου ἀπείραστον.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μεσῴδιον Κάθισμα.
Ἦχος πλ. δ´. Τὴν Σοφίαν καὶ Λόγον.
Ἀθηνῶν πολιοῦχον καὶ πρεσβευτήν, Δικαστῶν τὸν προστάτην καὶ πρεσβευτήν, ἀξίως τιμῶμέν σε καὶ ᾠδαῖς μεγαλύνομεν, ὅτι ἐν πᾶσιν ἔστης τὸ ἄριστον πρότυπον, τὸ λόγω τε καὶ πράξει βιῶσαν ἐν χάριτι. Ὅθεν καὶ προβαίνῃ πρὸ ἡμῶν ἀοράτως ὡς θεῖον ὑπόδειγμα καὶ τῆς πίστεως ἔρεισμα, ἱερὲ Διονύσιε. Πρέσβευε οὖν Χριστῷ τῷ Θεῷ, ὅπως μεθέξωμεν τούτων τῆς χάριτος, οἱ γεραίροντες κατὰ χρέος τὴν μνήμην σου.
Κοντάκιον.
Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ στρατηγῷ.
Τῶν Ἀθηναίων πᾶς ὁ Δῆμος εὐφημήσωμεν τὸν Ἱεράρχην τὸν κλεινὸν καὶ πολυθαύμαστον, ὅτι πρῶτος ποιμενάρχης ἡμῶν κατέστη. Καὶ ὡς ἔχει τὸ προβάδισμα τῆς πίστεως, οὕτως ἔλαβε καὶ πρῶτος τὸ μαρτύριον. Διὸ κράζομεν· Χαῖρε μάρτυς πρωτόαθλε.
Ὁ Οἶκος. Ἄγγελος πρωτοστάτης.
Ἄριστος οἰκονόμος τοῦ Χριστοῦ ἀνεδείχθης τῆς πάλαι Ἀθηνῶν Ἐκκλησίας. Καὶ ὡς ἐγένου αὐτῆς Ποιμὴν πρῶτος κατὰ τάξιν, σαυτὸν ἠνάλωσας κηρύσσων καὶ ποδηγετῶν. Διὸ βοῶμεν πρός σε ταῦτα·
Χαῖρε, ὁ γνοὺς τὸν Θεὸν διὰ Παύλου,
Χαῖρε, ὁ δοὺς εἰς αὐτὸν τὰ πάντα.
Χαῖρε, ὅτι Ἄρειον Πάγον κατέλιπες,
Χαῖρε, ὅτι ἅγιον Βῆμα κατέλαβες.
Χαῖρε, ὅτι σὺ ἐβίωσας τὸν κανόνα τὸν χρυσοῦν,
Χαῖρε, ὅτι σὺ ἐμόχθησας διὰ ποίμνιον τὸ σόν.
Χαῖρε, ὅτι τὸ πλῆθος τῶν εἰδώλων καθεῖλες
Χαῖρε, ὅτι τὸ σκότος τὸ τῆς πλάνης ἀπῆρες.
Χαῖρε, ποιμὴν ψυχῶν, ἀκατάβλητε,
Χαῖρε, πατὴρ πιστῶν, ἀδαπάνητε.
Χαῖρε, ὁδὸν σωτηρίας γνωρίσας,
Χαῖρε, ὁδὸν μαρτυρίου βαδίσας,
Χαῖρε, μάρτυς πρωτόαθλε.
Συναξάριον.
Τῇ γ´ τοῦ αὐτοῦ Μηνός, μνήμη τοῦ ἁγίου ἐνδόξου, ἱερομάρτυρος Διονυσίου, πρώτου Ἐπισκόπου Ἀθηνῶν.
Στίχοι.
Ἔρωτι φλεγόμενος τοῦ σοῦ Δεσπότου,
τῇ φλογὶ παρέδωκας σαὐτὸν ἡδέως.
Τρίτη Ὀκτωβρίοιο θάνε Διονύσιος.
Ταῖς αὐτοῦ πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
Ἐξαποστειλάριον.
Ἦχος β´. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Τὸν θεῖον Διονύσιον Ἀθηνῶν τὸν προστάτην καὶ πολιοῦχον κράτιστον, ἀντιλήπτορα θεῖον, ἀνυφημοῦμέν σε πάντες πόθῳ καὶ κατὰ χρέος, καὶ ἐκζητοῦμεν σώζεσθαι τὸ κλεινὸν ἡμῶν ἄστυ ἐκ συμφορῶν καὶ παντοίων νόσων τε καὶ κινδύνων. Σὺ γὰρ ὑπάρχεις πάντοτε ἡ ἡμῶν σωτηρία.
Εἰς τοὺς Αἴνους. Δόξα. Ἦχος πλ. β´.
Ὁ ἀληθὴς Θεὸς οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ, οὐδὲ ὑπὸ χειρῶν ἀνθρώπων θεραπεύεται, προσδεόμενός τινος. Τοῦτο μαθὼν ὑπὸ τοῦ Παύλου, Διονύσιε, ἔθηκας τὴν ψυχήν σου εἰς κατοίκησιν Αὐτοῦ. Καὶ πολλοὺς υἱοὺς καὶ θυγατέρας ἀναδείξας ἐκίνησας τὴν ὀργὴν τοῦ Ἄρχοντος τοῦ σκότους. Καὶ συμβουλίᾳ τούτου τῷ πυρὶ παρεδόθης. Καθαρθεὶς δὲ καὶ λάμψας ὡς χρυσὸς ἐν χωνευτηρίῳ προσετέθης ταῖς λαμπηδόσι τοῦ οὐρανοῦ. Καὶ νῦν, λειτουργῶν εἰς τὸ ἄνω θυσιαστήριον, πρέσβευε ὑπὲρ ἡμῶν πρὸς Κύριον.
Μεγαλυνάριον.
Πρῶτος Ἀθηναίων Ἀρχιερεύς, πρῶτος τε καὶ μάρτυς γεγονέναι ἀξιωθείς, ὑπὲρ ἡμῶν ἁπάντων ποιοῦ σὴν ἱκεσίαν Θεῷ, θερμαῖς λιταῖς σου, ὦ Διονύσιε.
Δίστιχον.
Δέξαι τὸν ὕμνον ἀδεξίου σου ψάλτου,
ὅν σοι προσφέρει ἐκ βαθέων καρδίας.
Πηγή: http://www.phys.uoa.gr/~nektar/orthodoxy/agiologion/agios_ieromartys_dionysios_areopagiths.htm