Παράκληση στην Αγία Ειρήνη
Την παρακάτω Παράκληση, την παρουσιάζουμε κυρίως για μελέτη και όχι για λειτουργική χρήση αφού δεν γνωρίζουμε αν είναι εγκεκριμένη ή όχι. Όποιος αναγνώστης μπορεί να βοηθήσει σε αυτό, μην διστάσει να επικοινωνήσει μαζί μας....
ΙΕΡΑ ΠΑΡΑΚΛΗΣΗ.
Εὐλογήσαντος τοῦ Ἱερέως τὸ Κύριε εἰσάκουσον, μεθ’ ὅ τὸ Θεὸς Κύριος καὶ τὰ κάτωθι Τροπάρια. Ἦχος δ΄. Ταχύ προκατάλαβε.
Εἰρήνης τὸν ἄρχοντα, ἰχνηλατοῦσα σεμνὴ, εἰρήνης ἐπώνυμος, δι’ ἐπιπνοίας Θεοῦ, ἐδείχθης πανεύφημε· σὺ γὰρ τοῦ πολεμίου τὰς ἐνέδρας φυγοῦσα, ἥθλησας ὑπὲρ φύσιν ὡς παρθένος φρονίμη· διὸ μεγαλομάρτυς Εἰρήνη, εἰρήνην ἡμῖν αἴτησαι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὑ σιωπήσομεν ποτὲ Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων; Τὶς δὲ διεφύλαξεν, ἔως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοῖων δεινῶν.
Ὁ Ν΄ καὶ ὁ Κανὼν, ἦχος πλ. δ΄. Ἡ ἀκροστοιχίς: Σαῖς λιταῖς ἡμᾶς εἰρηνώνυμε, ἀεί σκέπε.
ᾨδὴ α΄. Ὑγρὰν διοδεύσας.
Στεφάνῳ κοσμηθεῖσα μαρτυρικῷ καὶ ἐνηδομένη σὺν παρθένοις ἐν οὐρανῷ, δώρησαι εἰρήνην, ταῖς λιταῖς σου, τοῖς σε ὑμνοῦσι, καὶ δόξαν ἀμάραντον.
Ἀξίως τὸ στέφος χειρὶ Θεοῦ, ἐδέξω Εἰρήνη, καὶ τῷ θρόνῳ Αὐτοῦ ᾀεὶ, παρίστασαι εἰρήνην δυσωποῦσα, διηνεκῆ ἡμῖν πᾶσι δωρήσασθαι.
Ἰλάσθητι Εἰρήνη τοῖς ταπεινοῖς, καὶ τὸν σὸν Νυμφίον ἐκδυσώπησον καὶ Θεὸν, εἰρήνην δωρήσασθαι τὴν θείαν ταῖς Ἐκκλησίαις καὶ τὴν ὁμόνοιαν.
Θεοτοκίον.
Συνέτισον τὸν δοῦλόν Σου Μαριὰμ, καὶ δός μοι εἰρήνην, ἰκεσίαις σου ἱεραῖς, καὶ δαιμόνων ρῦσαί με ἀπάτης, τὸν εἰρηνάρχην Θεὸν ἡ γεννήσασα.
ᾨδὴ γ΄. Σὺ εἶ τὸ στερέωμα.
Ἠμῖν τοῖς γεραίρουσι τὰ ὑπὲρ λόγον σου σκάμματα, καὶ τοὺς σεπτοὺς, Εἰρήνη ἀγῶνας δὸς λιταῖς σου ὁμόνοιαν.
Μεγάλα τὰ ᾆθλα σου, Μεγαλομάρτυς Εἰρήνη πάνσοφε, ρῦσαι διὸ λιταῖς σου, ἐρίδων καὶ δεινῶν τοὺς οἰκέτας σου.
Ἀνδρείας πανθαύμαστε, καὶ σωφροσύνης ὤφθης ὑπόδειγμα ὅθεν κἀμέ σωφρονεῖν λιταῖς σου, ὦ Εἰρήνη ἀξίωσον.
Θεοτοκίον.
Σὺ εἶ Παναμώμητε, τῶν Ὀρθοδόξων τὸ καύχημα, Σὺ εἶ Ἁγνὴ, ὄνομα καὶ πρᾶγμα τὸ γλυκὺ καὶ θαυμάσιον.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Λαμπρυνθεῖσα ἐλλάμψεσι, Πνεύματος τοῦ θείου ὧ εἰρηνώνυμε, τὴν καρδίαν μου καταύγασον αἰγλῃ οὐρανίᾳ ἱκεσίαις σου.
Ἰσχυρόν με ἀπέργασαι, κατὰ τῶν δαιμόνων Εἰρήνην ἔνδξε, καταστέφειν μηχανήματα, καὶ αὐτῶν τοὺς δόλους ταῖς πρεσβείαις σου.
Ταῖς φωσφόροις ἐλλάμψεσιν, ὧ νῦν ἀπολαύεις Εἰρήνη πάνσεμνε, ἀπολαῦσαι ταῖς πρεσβείαις σου, πάντας τοὺς τιμῶντάς σε ἀξίωσον.
Θεοτοκίον.
Ἀπειρόγαμε Δέσποινα, πᾶσιν τοῖς πιστῶς Θεοτόκον Σε, Ἀειπάρθενον γνωρίζουσι, τῶν πλημμελημάτων δὸς τὴν ἄφεσιν.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἴσχυσας ἐχθρῶν, καταλῦσαι τὰ φρυάγματα· διὸ καὶ τὸν οἰκέτην σου κατ’ ἐχθρῶν, Εἰρήνη Μάρτυς, τροπαιοῦχον σὺ ἀνάδειξον.
Σῶσον τοὺς εἰς σὲ, εἰρηνώνυμε προσφεύγντας, καὶ τῶν τεχνασμάτων τοῦ πονηροῦ, ταῖς ἱκεσίαις σου ταχέως ἐλευθέρωσον.
Εἰρήνη τῆς σεπτῆς, σὺ ὑπάρχουσα ἐπώνυμος, πάντας εἰρηνεύειν δούλους τούς σοὺς, Εἰρήνη Μάρτυς, ταῖς πρεσβείαις σου ἀξίωσον.
Θεοτοκίον.
Ἵλεων Ἁγνὴ, τόν Σὸν Τόκον καθικέτευσον, γενέσθαι μοι, ἐν Κρίσει τῷ ταπεινῷ, καὶ τῆς μερίδος τῶν δικαίων ἀξιῶσαί με.
ᾨδὴ στ΄. Ἱλάσθητί μοι.
Ῥωσθεῖσα τοῦ Παντουργοῦ, σθένει Εἰρήνη θε΄σοφε, τυράννων τὰς ἀπειλὰς, σοφῶς κατεφρόνησας, κἀμὲ οὖν ἀξίωσον, Σατὰν διαλύσαι τὰ τεχνάσματα πρεσβείαις σου.
Ἠράσθης, τῆς ὑπὲρ νοῦν φωτοχυσίας πανεύφημε, καὶ πάντων τῶν ἐπὶ γῆς, ἀγαθῶν ἠλόγησας, κἀμὲ οὖν ἀξίωσον, θείαις φωταυγίαις ἐλλαμφθήναι ἱκεσίαις σου.
Νῦν, ταῖς παρθένοις σεμνὴ αγαλλόμενη, εἰς αληκτον τῆς Βασιλείας Χριστοῦ βίον εἰρηνώνυμε,μὴ παύσῃ πρεσβεύουσα, ὑπὲρ ὁμονοίας καὶ εἰρήνης τῶν ὑμνούντων σε.
Θεοτοκίον.
Ὡς μόνη, εὐσυμπαθὴς τὸν ἀσυμπάθητον, δοῦλόν Σου οἰκτείρησον δωρεὰν, Παρθένε Πανάμωμε, τὸν ἀμέτρως πταίσαντα, καὶ ἐν ῥαθυμίᾳ, βίον ὅλον δαπανήσαντα.
Διάσωσον, ἀπὸ παντοίων ἐρίδων καὶ ἐπηρείας, δαιμόνων τοὺς ἀνυμνοῦντάς σε, Εἰρήνη πανεύφημε, ταῖς θείαις πρὸς τὸν Εἰρηνάρχην εὐχαῖς σου.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον. Ἦχος β΄.
Εἰρήνης σεπτῆς, Εἰρήνη ἐπώνυμε, θαυμάτων πηγὴ, καὶ Ἀθληφόρων εὔκλεια, ἐκτενῶς βοῶμέν σοι, ταχέως εἰρηνώνυμε πρόφθασον, καὶ ἐξ ἐρίδων λύτρωσαι ἡμᾶς, εἰρήνην διηνεκῆ ἡμῖν δωρουμένη καὶ ὁμόνοιαν, ταῖς πρὸς τὸν Εἰρηνάρχην, θερμαῖς ἱκεσίαις σου.
Προκείμενον. Ἦχος δ΄. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ πρόσεσχε μοι, καὶ εἰσήκουσε τῆς δεήσεώς μου.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Μάρκον. [Κεφ. ε΄, 24-34].
Τῷ καιρῷ ἐκείνῳ ἠκολούθει τῷ Ἰησοῦ ὄχλος πολὺς, καὶ συνέθλιβον Αὐτὸν. καὶ γυνὴ τις οὖσα ἐν ῥύσει αἵματος ἐτη δώδεκα, καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἱατρῶν καὶ δαπανήσασα τὰ παρ’ ἑαυτῆς πάντα, καὶ μηδὲν ὠφεληθεῖσα, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα, ακούσασα περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν ἥψατο τοῦ ἱματίου Αὐτοῦ. Ἔλεγε γὰρ: Ὅτι κὰν τῶν ἱματίων Αὐτοῦ ἅψωμαι, σωθήσομαι· καὶ εὐθέως ἐξηράνθη ἡ πηγὴ τοὺ αἵματος αὐτὴς, καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος. Καὶ εὐθέως ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ Αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ, ἔλεγε: Τίςμου ἥψατο τῶν ἱματίων; Καί ἔλεγον Αὐτῷ οἱ μαθηταὶ Αὐτοῦ: Βλέπεις τὸν ὄχλον συνθλίβοντά Σε, καὶ λέγεις τίς μου ἥψατο; Καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. Ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὁ γέγονεν ἐπ’ αὺτῇ, ἦλθεν καὶ προσέπεσεν Αὐτῷ καὶ εἶπεν Αὐτῷ πᾶσαν τὴν ἀλήθειαν. Ὁ δὲ εἶπεν αὐτῇ: Θύγατερ, ἡ πίστις σου σέσωκέ σε· ὕπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγος σου.
Δόξα Σοὶ Κύριε, δόξα Σοὶ.
Δόξα. Ταῖς τῆς Ἀθληφόρου...
Καί νῦν. Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεήμων, ἐλέησόν με ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός Σου...
Εἰρήνη καλλιπάρθενε, τῶν Ἀθληφόρων τὸ κλέος, εἰρήνης ἐπώνυμε, δέξαι τὰς δεήσεις καὶ ἱκεσίας μου, εὐμενῶς ταύτας δὲ πρὸς τὸν Εἰρηνάρχην προσκομίζουσα δεήθητι τοῦ παρασχεῖν ἡμῖν εἰρήνην Παρθένε τὴν ἔνθεον, καὶ πᾶσας ἀπελάσαι νῦν δεινὰς προσβολὰς τοῦ ἀλάστορος· ὅπως εὐχαρίστως τοὺς ἄθλους σου γεραίρομεν ἀεὶ, ὑπὲρ Χριστοῦ οὕς ὑπέμεινας καὶ τὰ κατορθώματα.
Σῶσον, ὁ Θεὸς τὸν λαόν Σου...
ᾨδὴ ζ΄. Παίδες Ἑβραίων.
Νῦν καθορῶσα, ὧ Εἰρήνη, πρόσωπον πρὸς πρόσωπον τῶν ἀγαθῶν τὸ ἄκρον, ταῖς θερμαῖς σου λιταῖς, ἀγάθυνον τὸν βίον τῶν ἀνυμνούντων πίστει σε, καὶ παράσχου τὴν εἰρήνην.
Ὕμνοις τιμῶντες τὴν σὴν μνήμην, εἰρηνώνυμε Εἰρήνη, οἱ σοὶ δοῦλοι, ταπεινῶς καὶ θερμῶς δεόμεθα ρυσθῆναι πυρὸς τοῦ αἰωνίζοντος, ταῖς ἁγίαις σου πρεσβείαις.
Μάρτυς Εἰρήνη καὶ εἰρήνης τῆς ἐνθέου ἐπώνυμε, σοῖς δούλοις, τὸν εἰρήνης Θεὸν ἱκέτευε, εἰρήνην, διηνεκὴ δωρήσασθαι· ἵνα πόθῳ σε ὑμνοῦμεν.
Θεοτοκίον.
Εὕροιμί Σε ταχὺ ἐξαιρουμένην, ὦ Παρθένε, τῆς Κρίσεως ἐν ὥρᾳ, καταδίκης πικρᾶς τόν σὸν οἰκτρὸν οἰκέτην, τὸν Τόκον Σουν τὸν ἄρρητον εὐσεβῶς ὑπερυμνοῦντα.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἀγάπη θείᾳ, εἰρηνώνυμε Μάρτυς, τούς σοὺς δούλους κοσμῆσαι ἐκδυσώπει, τὸν Θεὸν εἰρήνης, ἵνα σε μακαρίζω.
Εἰρήνη Μάρτυς, τὸν Εἰρηνάρχην δυσώπει εἰρηνεῦσαι τὰς Ἐκκλησίας πάσας καὶ τὰς διεστώσας ἑνῶσαι, σαῖς πρεσβείαις.
Ἵνα, Εἰρήνη, ἄδιαλείπτως ὑμνῶ σε, τὴν εἰρήνην παράσχου τῷ σῷ δούλῳ, ταῖς πρὸς τὸν Δεσπότην ἁγίαις σου πρεσβείαις.
Θεοτοκίον.
Σκέπη, γενοῦ μοι καὶ καταφύγιον Κόρη, τῷ ἐν πίστει προστρέχοντί σοι δούλῳ, καὶ τῆς τρικυμίας διάσωσον τοῦ βίου.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Κύκλῳ τοῦ Νυμφίου χορεύουσα Εἰρήνη, τοῦ Οὐρανίου Σου, πίστει τοῖς Μνήμην Σου τὴν φωτοφόρον τελοῦσιν, εἰρήνην αἴτησαι.
Ἐν θαύμασι ἀπείροις, Εἰρήνη θεόφρον, ὁ Εἰρηνάρχης Θεός σε ἐδόξασε· τοῦτον θερμῶς ἐκδυσώπει ὑπὲρ τῶν δούλων σου.
Παράσχου τὴν εἰρήνην, Εἰρήνη θεόφρον, ταῖς ἱεραῖς σου πρεσβείαις δεόμεθα, τοῖς εὐσεβῶς ἀνυμνοῦσι τὴν θείαν μνήμην σου.
Θεοτοκίον.
Ἔχουσα Παρθένε, πολλὴν παῤῥησίαν πρὸς τὸν Υἱόν Σου, δυσώπει δωρήσασθαι, ταῖς Ἐκκλησίαις εἰρήνην τε καὶ ὁμόνοιαν.
Τὸ Ἄξιον Ἐστι καὶ τὰ παρόντα Μεγαλυνάρια.
Δέησιν προσάγαγε τῷ Θεῷ, Εἰρήνη θεόφρον, παρασχεῖν τοῖς ἀμαρτωλοῖς ἄφεσιν πταισμάτων καὶ δεινῶν σωτηρίαν, τοῖς πίστει θερμοτάτῃ σοὶ καταφεύγουσιν.
Διηνεκῆ εἰρήνην παράσχου νῦν, πρὸς τὸν Εἰρηνάρχην θερμοτάτοις σου ταῖς λιταῖς, Εἰρήνη, εἰρήνης τῆς ἀληθοῦς καὶ θείας ἐπώνυμε καὶ Μάρτυς τοῦ Παντοκράτορος.
Τῇ εἰρηνωνύμῳ κλήσει σεμνὴ, κατακολουθοῦσα, εὐηγγέλισαι μυστικῶς, ἄθλοις σου θαυμάτων, ψυχαῖς πολεμουμέναις, σωτήριον εἰρήνην, Εἰρήνη ἔνδοξε.
Πάσαι τῶν Ἀγγέλων...
Τὸ Τρισάγιον καὶ τὸ Ἀπολυτίκιον.
Ἐν τῇ Ἀπολύσει ψάλλομεν τὸ παρὸν. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, φιλοπάρθενοι πιστῶς, δεῦτε ἐν ᾠδαῖς ἀσιγήτοις δοξολογήσωμεν, τὴν Παρθενομάρτυρα Εἰρήνην τὴν εὐκλεῆ, πρὸς αὐτὴν ἀνακράζοντες: Ρῦσαι, ταῖς λιταῖς σου Εἰρήνη εἰρηνώνυμε, τούς σοὶ προστρέχοντας, πάσης προσβολῆς τοῦ Βελίαρ, καὶ τὸν Εἰρηνάρχην δυσώπει, δοῦναι τὴν εἰρήνην τοῖς ὑμνοῦσί σε.
Δι’ εὐχῶν...
Από την φυλλάδα: Παρακλητικός Κανών εις την Αγίαν Ένδοξον Μεγαλομάρτυρα Ειρήνη, έκδοσις Ι. Ν. Αγ. Ειρήνης Ριγανοκάμπου Πατρών, Πάτρα, 2004.
Εις τον ως άνω Ι. Ν. ευρίσκεται τεμάχιον της Τιμίας Κάρας της Αγίας Ειρήνης. Ολόκληρη η Τιμία Κάρα βρισκόνταν στον μέχρι την περίοδο της Φραγκοκρατίας βρισκόνταν στόν τότε υπάρχοντα στην ίδια περιοχή Σταυροπηγιακό Ι. Ν., οπότε και εκλάπη από τους Καθολικούς και στάληθηκε στην Μονή Hautecombe στην Γαλλία. Τεμάχιο της Τιμίας Κάρας επιστράφηκε από τους Καθολικούς στις 5 Οκτωβρίου 2002. Για περισσότερες πληροφορίες βλέπε: http://www.i-m-patron.gr/enories/ag_eirini_riganokampos/index.html
Πηγή: VOUTSINASILIAS