Ἀπολυτίκιον
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Δυάδα τὴν σύναθλον τῶν Ἀθλητῶν τοῦ Χριστοῦ, Χριστόδουλον μέλψωμεν, καὶ Χριστοδούλην ὁμοῦ, τὰ ἄνθη τῆς πίστεως, οὗτοι γὰρ τῇ ἀγάπῃ, πτερωθέντες τῇ θείᾳ, ἤθλησαν ὁμοφρόνως, καὶ τὸν ὄφιν καθεῖλον, καὶ νῦν καθικετεύουσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Κοντάκιον
Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Τοὺς γενναίους Μάρτυρας, καὶ ἀδελφοὺς κατὰ σάρκα, τὸν σοφὸν Χριστόδουλον, καὶ Χριστοδούλην τιμῶμεν, οὗτοι γάρ, τῶν τυραννούντων μηχανουργίας, ἤσχυναν, τῇ δυναστείᾳ τοῦ σταυρωθέντος, ἀνεδείχθησαν διόπερ, Μαρτύρων...