Παράκλησις Παναγίας Κατακεκρυμμένης
Ποίημα Ἐπισκόπου Ἐπιδαύρου Καλλινίκου
Ἱ. Μητρόπολις Ἀργολίδος, Ἱ. Μ. Παναγίας Κατακεκρυμμένης· Ἄργος 2009.
Εὐλογήσαντος τοῦ Ἱερέως· ὁ ΡΜΒ΄ Ψαλμός· τὸ Θεὸς Κύριος· καὶ εἶτα τὸ Τροπάριον. Ἦχος δ΄. Τῇ Θεοτόκῳ ἐκτενῶς.
Ἐν τῇ Μονῇ τῆς Θεοτόκου ἀνέλθωμεν, τῆς Κατακεκρυμμένης καὶ ἐν πίστει προσπέσωμεν, τῇ σεβασμίᾳ καὶ σεπτῇ εἰκόνι αὐτῆς· ἐκ τῆς γῆς ἐφύη γὰρ ὡς μυρίπνοον ἄνθος, καὶ Ἄργους περίβλεπτος σκέπη θεία κατέστη· καὶ ἐκλυτροῦται τοὺς ἐν πειρασμοῖς, καὶ ἐν κινδύνοις καὶ νόσοις ὑπάρχοντας.
Δόξα. Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Νύμφη Πάναγνε, Εὐλογημένη, Θεοτόκε, Κατακεκρυμμένη, σκέπε λαὸν Ἀργολίδος Πανάμωμε· τοὺς Σοὶ προστρέχοντας Δέσποινα λύτρωσαι, παθῶν παντοίων ψυχῆς τε καὶ σώματος, ὅπως ἅπαντες ὑμνοῦντες τὰ σὰ θαυμάσια, δοξάζωμεν Χριστὸν τὸν Φιλάνθρωπον.
Καὶ νῦν.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε..
Μετὰ τὸν Ν΄ Ψαλμόν, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Ἄργους Ἐγκαλλώπισμα Κατακεκρυμμένη.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Ἄργους ἐγκαλλώπισμα παμφαές, ὤφθης Θεοτόκε ἐπιβλέψουσα μητρικῶς, καὶ ταῖς σαῖς πρεσβείαις, πρὸς τὸν Μονογενῆ Σου, ἐκ πάσης περιστάσεως προστατεύουσα.
Ῥύεις τοὺς προστρέχοντας ἐπὶ Σοί, Κατακεκρυμμένη Ἀειπάρθενε Μαριάμ, ἐκ παντοίας νόσου, καὶ πάσης ἀσθενείας, τῇ μητρικῇ πρεσβείᾳ Σου πρὸς τὸν Ὕψιστον.
Γεραρὰν κατέστησεν Σὴν Μονήν, ἡ Εἰκὼν ἡ θεία τῆς μορφῆς Σου Μῆτερ Θεοῦ, ἡ ἐν τῷ σπηλαίῳ, Κατακεκρυμμένη, ὕστερον δὲ ὀφθεῖσα χάριτας βρύουσα.
Ὅπλον ἀπροσμάχητον Μαριάμ, κέκτηνται Ἀργεῖοι τὴν εἰκόνα Σου τὴν σεπτήν, ἥν περιπτυσσομένοι, ῥύονται κινδύνων, τῇ Σῇ συμμαχίᾳ Μῆτερ τοῦ Ἄνακτος.
ᾨδὴ γ΄. Οὐρανίας ἀψίδος.
Ὑπὲρ πόλεως Ἄργους τῷ Σῷ Υἱῷ πρέσβευε, καὶ ὑπὲρ τῶν πίστει ὑμνούντων Σε θείοις ᾄσμασι, σώζεσθαι ἅπαντας, ἐκ πάσης νόσου καὶ βλάβης, ψυχῆς τε καὶ σώματος Θεογέννητρια.
Σωτηρίαν παράσχου τοῖς εὐλαβῶς Δέσποινα, τῇ Σῇ θαυμασίᾳ Εἰκόνι πόθῳ προστρέχουσι, καὶ διαφύλαξον, ἡμᾶς Κατακεκρυμμένη, πάσης ἐπιθέσεως τοῦ παναλάστορος.
Ἐλυτρώσω Παρθένε τῇ πρὸς Θεὸν μεσιτείᾳ Σου, παῖδας τῶν Ἀργείων ἐκ πείνης Μῆτερ φιλόστοργε, ὡς μελανείμων γάρ, σεμνοπρεπῶς φαινομένη, τούτους περιέσκεπες τροφῆς ἐμπλήσασα.
Γόνυ κλίνομεν πάντες τῇ Σῇ μορφῇ Ἄχραντε, Κατακεκρυμμένη Παρθένε καθικετεύοντες, σκέπε Θεόνυμφε, πόλιν τοῦ Ἄργους καὶ ῥῦσαι, τοὺς Σὲ μακαρίζοντας πάσης κακώσεως.
Περίβλεπτον, Ἄργους ἐγκαλλώπισμα Κατακεκρυμμένη, μὴ διαλείπῃς πρεσβεύειν πρὸς Κύριον Δέσποινα, ὑπὲρ ἡμῶν τῶν τιμώντων σε ὕμνοις.
Προσπίπτομεν, Θεογεννῆτορ Ἁγνὴ Κατακεκρυμμένη, τῇ Σῇ Εἰκόνι ἐν πίστει οἱ δοῦλοί σου κράζοντες· σῶσον ἡμᾶς μητρικαῖς Σου πρεσβείαις.
Εἶτα μνημονεύει ὁ Ἱερεὺς τῶν δι’ οὕς ἡ παράκλησις γίνεται, καὶ ἡμεῖς ψάλλομεν τὸ Κύριε ἐλέησον. Μετὰ δὲ τὴν ἐκφώνησιν τὸ ἑπόμενον κάθισμα. Ἤχος β΄.
Ἀργείων φρουρὸς καὶ πύργος καὶ ὀχύρωμα, καὶ πρέσβυς θερμὸς πρὸς Κύριον Δέσποινα, Σὺ ὑπάρχεις Ἄχραντε, διὸ πίστει κράζομεν· τάχυνον, παντὸς κινδύνου σώζουσα ἡμᾶς, Κατακεκρυμμένη τοὺς Σὲ ἀνυμνοῦντας.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Κεκρυμμένην Εἰκόνα Σου, φανερεῖς ἐν θαύματι Δέσποινα, ἐν νυκτὶ γὰρ διαλάμπουσα, τοὺς πιστοὺς ἐκάλει πρὸς προσκύνησιν.
Ἀστραπὴ ὡς ἐπέπεσεν, τοῦ κινδύνου θείαις πρεσβείαις Σου, τὸ Σὸν ποίμνιον διέσωσας, στρέψασα τὸ πῦρ ἐπὶ τὸν Οἶκόν Σου.
Λυτρωθέντες τῷ Οἴκῳ Σου, ὡς Ἀργεῖοι ἦλθον ὑμνῆσαί Σε, ὑπεράνω γῆς ἑωράκασι, τὴν σεπτὴν Εἰκόνα Σου πανθαύμαστε.
Λύεις θείᾳ δυνάμει Σου, τοὺς ἐν πέδαις ὄντας τοῦ δαίμονος, τῶν Ἀγγέλων οὖσα Ἄνασσα, Κατακεκρυμμένη Θεοδόξαστε.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἔφυ θαυμαστῶς, ἡ Εἰκών Σου Θεονύμφευτε, ὥσπερ ἄνθος εὐωδέστατον ἐκ γῆς, θείῳ μύρῳ τὰς ψυχᾶς ἡμῶν εὐφραίνουσα.
Ποίμνης Σῆς Μονῆς, ὀχυρώσασα προστάτευσον, ὥσπερ τεῖχος ἀπροσμάχητον Ἁγνή, Θεομῆτορ τῶν βελῶν τοῦ πολεμήτορος.
Ἴασιν λαβεῖν, τῇ Εἰκόνι Σου προστρέχουσι, ἀσθενεῖς καθικετεύοντες θερμῶς, Θεοτόκε πάσης νόσου ἡμᾶς λύτρωσαι.
Σώζεις θαυμαστῶς, ἐκ δεινῆς κατολισθήσεως, συγκρατήσασα τὸν λίθον Σῇ χειρί, Θεοτόκε Ἄργους ἔφορε περίβλεπτε.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Μητέρα, τοῦ Θεοῦ γινώσκομεν, καὶ τοῦ Ἄργους ἐγκαλλώπισμα θεῖον, τὴν γὰρ Εἰκόνα Σου τὴν σεβασμίαν, ἡ πόλις Ἄργους Πανάχραντε κέκτηται, ὡς θησαυρὸν πνευματικόν, καὶ ὡς κόσμον πολύτιμον Δέσποινα.
Ἀργείων, καταφυγὴ Σὺ ὑπάρχεις, Θεοτόκε Κατακεκρυμμένη, ἐν τῇ Μονῇ Σου γὰρ Δέσποινα πάντες, οἱ χειμαζόμενοι πίστει προστρέχουσι, καὶ ἐκβοῶσι εὐλαβῶς· ἐκ κινδύνων τὰ τέκνα Σου λύτρωσαι.
Κινδύνων, καὶ πάσης ἄλλης ἀνάγκης, διασώζεις τοὺς ἐν πίστει βοῶντας· Μῆτερ Θεοῦ Κατακεκρυμμένη, χαίροις περίβλεπτον Ἄργους καλλώπισμα, χειμαζομένων ὁ λιμήν, καὶ νοσούντων ταχεῖα ἀντίληψις.
Ἀργείων, ἡ ἀσφαλὴς προστασία, καὶ πιστῶν ὁ ἀσάλευτος πύργος, χαῖρε Ἁγνὴ Κατακεκρυμμένη, τῶν εὐσεβῶν θάρσος τὸ ἀδιάπτωτον, φρούρει τὴν ποίμνην σου ἀεί, ἐξ ἐχθρῶν ὁρατῶν ἀοράτων Σε.
Περίβλεπτον, Ἄργους ἐγκαλλώπισμα Κατακεκρυμμένη, μὴ διαλείπῃς πρεσβεύειν πρὸς Κύριον Δέσποινα, ὑπὲρ ἡμῶν τῶν τιμώντων σε ὕμνοις.
Προσπίπτομεν, Θεογεννῆτορ Ἁγνὴ Κατακεκρυμμένη, τῇ Σῇ Εἰκόνι ἐν πίστει οἱ δοῦλοί σου κράζοντες· σῶσον ἡμᾶς μητρικαῖς Σου πρεσβείαις.
Ὁ ἱερεὺς μνημονεύει τὰ ὀνόματα τῶν τελούντων τὴν παράκλησιν. Μετὰ δὲ τὴν ἐκφώνησιν τὸ Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Προστατεύουσα τοὺς εὐλαβῶς προσκυνοῦντάς Σε, Κατακεκεκρυμμένη Θεοτόκε περίβλεπτε, Ἄργους στέφος θεοπρεπὲς θησαύρισμα ἡμῶν, πρὸς σὲ κράζομεν ἐν ᾄσμασι, τὴν σεπτὴν Εἰκόνα Σου, εὐλαβῶς ἀσπαζόμενοι· χαῖρε Ἀργείων κλέος, καὶ ὄρος ἡγιασμένον, δι’ οὗ ἀνάγονται πιστοί, ἐκ τῆς γῆς πρὸς τὰ οὐράνια.
Προκείμενον: Μνησθήσομαι τοῦ ὀνόματός Σου…
Στ.: Ἄκουσον Θύγατερ καὶ ἴδε καὶ κλῖνον τὸ οὖς Σου…
Εὐαγγέλιον, κατὰ Λουκᾶν (Κεφ. Α΄ 39-49, 56): Ἐν ταῖς ἡμέραις ἐκείναις ἀναστᾶσα Μαριάμ…
Δόξα: Πάτερ Λόγε Πνεῦμα…
Καὶ νῦν: Κατακεκρυμμένης Μητρός Σου ἱκεσίαις, ἐξάλειψον τὰ πλήθη…
Ἦχος πλ. Β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Τῇ σεπτῇ Εἰκόνι Σου, Ἁγνὴ Κατακεκρυμμένη, εὐλαβῶς προσπίπτομεν, καὶ κατασπαζόμεθα ἀνακράζοντες· Ἄργους θησαύρισμα, δοχεῖον ἔμπλεον τῶν χαρίτων τῶν τοῦ Πνεύματος, σκεῦος μυρίπνοον, θεόδεκτον εὐῶδες θυμίαμα, ἴαμα ἱερώτατον, νοσούντων τῇ ψυχῇ καὶ τῷ σώματι, τοὺς Σὲ προσκυνοῦντας, ἁγίασον ὡς Μήτηρ τοῦ Θεοῦ, καὶ τὰ αἰτήματα πλήρωσον, τῶν ἀσπαζομένων Σε.
Τῇ Σῇ Εἰκόνι τῇ σεπτῇ, Κατακεκρυμμένη ἐν πίστει προσπίπτομεν, Ἁγνὴ Παρθένε Θεοτόκε, καὶ αἰτούμεθα λύσιν τῶν πταισμάτων Πανάχραντε, ταῖς πρὸς τὸν Κύριον πρεσβείαις Σου.
Τὴν ἐν σπηλαίῳ Σὴν Εἰκόνα, διὰ φωτὸς ὑπερκοσμίου ὑπέδεικας, Κατακεκρυμμένη Μαρία, καὶ μυρίπνοον αὕτη, τοῦ Ἁγίου Πνεύματος δοχεῖον, ἐξ οὗν ἀντλοῦμεν Χάριν οἱ πιστοί, κατέστη ἁγιώτατον Ἁγνή.
ᾨδὴ ζ΄. Οἱ ἐκ ταῆς Ἰουδαίας.
Τὴν Κατακεκρυμμένην εἰκόναν Σου Παρθένε φανερωθεῖσαν ἡμῖν, ἐν πίστει προσκυνοῦμεν, καὶ εὐλαβῶς τιμῶμεν, πλεῖστας χάριτας βρύει γάρ, τοῖς ἀγαπῶσι θερμῶς, τὸν Πλάστην καὶ Υἱόν Σου.
Ἀργείων χαῖρε στέφος Κατακεκρυμμένη Μῆτερ τοῦ Ἄνακτος, Κυρία τῶν Ἀγγέλων, δόξα Ἐκκλησίας, τῶν πιστῶν θεῖος ἔπαινος, τοὺς προσκυνοῦντας Ἁγνή, τὴν Σὴν Εἰκόνα σῶσον.
Κηρύττω κατὰ χρέος Κατακεκρυμμένη τὰ Σὰ θαυμάσια, ἰάσεις γὰρ παρέχεις, τοὶς ἐν ἀσθενείαις, ὡς Μητρόθεος Δέσποινα, τὴν Σὴν Εἰκόνα τιμῶν, δοξάζω τὸν Υἱόν Σοῦ.
Ἐλεεῖς τοὺς τιμῶντας τὴν Εἰκόνα Σου πίστει Θεογεννήτρια, Κατακεκρυμμένη, πρεσβεύουσα ἀπαύστως, τῷ Υἱῷ Σου καὶ Ἄνακτι, ὑπὲρ ὑγείας ψυχῶν, καὶ ῥώσεως σωμάτων.
ᾨδὴ η΄. Ταὸν Βασιλέα.
Καταφυγόντες, τῇ Σῇ Μονῇ Θεοτόκε, οἱ Ἀργεῖοι ἐφεῦρόν Σε λιμένα, ἐκ τῆς καταιγίδος, τῶν συμφορῶν τοῦ βίου.
Ῥέεις ἀφθόνως, μῦρα εὐώδη Παρθένε, τοῖς πιστῶς Σὴν Εἰκόνα προσκυνοῦσι, Κατακεκρυμμένη Μῆτερ τοῦ ἐλέους.
Ὑπὲρ τῆς Σῆς ποίμνης, μὴ διαλείπῃς πρεσβεύειν Παναγία Κατακεκρυμμένη, γέγονας γὰρ Μήτηρ, Ἀμνοῦ τε καὶ Ποιμένος.
Μήτηρ Ἀργείων, λίαν φιλόστοργος ὄντως, Σὺ ὑπαρχεις Κατακεκρυμμένη, σκέπεις γὰρ σὰ τέκνα, ὡς ὄρνις τὰ νοσσία.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μονήν Σου τὴνἉγίαν, Κατακεκρυμμένη, φύλαττε ἄτρωτον πάντοτε Δέσποινα, ἐκ τῶν βελῶν τῆς κακίας τοῦ πολεμήτορος.
Εἰκῶν Σου ἡ Ἁγία, Κατακεκρυμμένη, ποιεῖ θαυμάσια χέουσα νάματα, καὶ θεραπεύουσα νόσους ψυχῆς καὶ σώματος.
Ναός Σου Θεοτόκε, Μῆτερ τοῦ Ἡλίου, φωτὸς πληροῖ τὰς ψυχὰς τῶν τιμώντων Σε, καὶ πόλις Ἄργους αὐγάζει ὡς ἄστρον ἄδυτον.
Ἡ πόλις τῶν Ἀργείων, ἄνω θεωροῦσα, ὁρᾷ Παρθένε Μονήν Σου ὡς στέφανον, καύχημα δόξης ὁμοῦ τε καὶ καταφύγιον.
Ἄξιόν ἐστι· καὶ τὰ Μεγαλυνάρια.
Θαυμάτων ἀστείρευτος ὡς πηγή, Κατακεκρυμμένη ἡ Εἰκών Σου ἡ ἱερά, θεραπεύει νόσους, τῶν ἐν εὐλαβείᾳ, καὶ πίστει προσκυνούντων Σε Θεονύμφευτε.
Ἔχει πόλις Ἄργους τὴν Σὴν μορφήν, Κατακεκρυμμένη, Θεοτόκε ὡς θησαυρόν, καὶ τιμᾷ ἐν ὕμνοις, τὸν πλοῦτον τῶν θαυμάτων, τῶν τελουμένων πᾶσι τοῖς προσκυνοῦσί Σε.
Ὁ Ναός Σου Δέσποινα ὁ σεπτός, τοῖς πιστοὶς ὑπάρχει καταφύγιον ἀσφαλές, ἐν παντοίᾳ βλάβῃ, ἀνάγκῃ καὶ κινδύνῳ, καὶ Ἄργους πύργος ἄσειστος καὶ περίβλεπτος.
Τοὺς ἐν εὐλαβείᾳ τῷ Σῷ Ναῷ, Κατακεκρυμμένη Θεοδόξαστε Μαριάμ, ταπεινῶς ὑμνοῦντας, Σὲ καὶ διακονοῦντας, ἐμπιπλᾷς χαρίτων Θεοχαρίτωτε.
Οὐρανίων ἔμπλησον δωρεῶν, Ἄχρταντε Παρθένε τοὺς τιμῶντας τὴν Σὴν μορφήν, τὴν ἐν τῷ σπηλαίῳ, Κατακεκρυμμένην, ὕστερον φανεῖσαν τὴν χαριτόβρυτον.
Κάθαρον Σοὺς δούλους Μῆτερ Θεοῦ, πάσης ἁμαρτίας τῇ πρεσβείᾳ Σου τῇ θερμῇ, πρὸς τὸν Ἐλεήμονα, Κτίστην καὶ Υἱόν Σου, ποιῶν ἡμᾶς ἀξίους ναοὺς Θεότητος.
Ἔχει πόλις Ἄργους τὴν Σὴν μορφήν, στέφος δόξα κλέος καὶ θησαύρισμα ἱερόν, Κατακεκρυμμένη, Θεοῦ Μῆτερ Ἁγία, Ἀνάκτορον Πανάγιον τοῦ Παντάνακτος.
Δεῦτε Ἀργολίδος οἱ οἰκισταί, ἐν χαρᾷ καὶ δέει τῇ Παρθένῳ προσπέσωμεν, ἀγγέλοντες τὴν χάριν, τῆς Κατακεκρυμμένης, καὶ τὴν πολλὴν πρὸς πάντας Αὐτῆς ἀντίληψιν.
Πᾶσαι τῶν Ἀγγέλων…
Τρισάγιον. Τὰ συνήθη. Καὶ μνημονεύσας πάλιν ὁ ἱερεὺς ἐκείνων δι’ οὕς ἡ παράκλησις γίνεται, ποιεῖ τὴν Ἀπόλυσιν. Μετ’ αὐτὴν δὲ ψάλλονται τὰ ἑπόμενα τροπάρια. Ἦχος β΄. Ὅτε, ἐκ τοῦ Ξύλου.
Τοὺς τήν, Σὴν Εἰκόνα τὴν σεπτήν, Κατακεκρυμμένη Παρθένε τὴν χαριτόβρυτον, προσκυνοῦντας φύλαξον παντὸς ἀτρώτους κακοῦ, καὶ ἁγίασον Δέσποινα, τοὺς ἐν τῇ Μονῇ Σου, τὸν Θεὸν λατρεύοντας καὶ Σὲ τιμῶντας Ἁγνή, πόλιν δὲ τοῦ Ἄργους Μαρία, ἥν καὶ ἱερῶς καλλωπίζεις, ὡς Μήτηρ φιλόστοργος προστάτευσον.
Δέσποινα πρόσδεξαι…
Ταὴν πᾶσαν ἐλπίδα μου…
Δι’ εὐχῶν.
Πηγή: Παναγία Κατακεκρυμμένη - Πορτοκαλούσα Άργους