Ἀπολυτίκιον
Ἦχος πλ. δ΄. Ταῖς τῶν δακρύων σου ῥοαῖς.
Τῶ τῆς Θεόπαιδος χρησμῷ, τοῖς τοῦ βίου ἀποταξάμενοι, καὶ τοῖς ἑκάστοτε αὐτῆς, φωτοφανίαις ξένω ς μυσταγωγούμενοι, ὡς φοίνιξ ἐν αὐλαῖς ταῖς τοῦ Κυρίου ὄντως ἠνθήσατε, Βαρνάβα, Σωφρόνιε καὶ Χριστοφόρε, πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, Πατέρες ἡμῶν τρισόλβιοι, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Κοντάκιον
Ὁ Βαρνάβας σήμερον, καὶ ὁ Σωφρόνιος ἅμα, οἱ Χριστοῦ θεράποντες, σὺν τῷ κλεινῷ Χριστοφόρῳ, ἅπαντας συγκαλοῦσιν εύσεβοφρόνως, αἴνεσιν ἀναπέμπεψαι, Θεῷ τῷ ζῶντι, τῷ ἐν θαύμασι τοὺς τοῦτον, ἐν γῇ δοξάσαντας μεγαλύναντι.
Ὁ Οἶκος
Τοὺς τῆς Τριάδος τῆς σεπτῆς, τρεῖς θεοφόρους μύστας, τὸν Ὅσιον Βαρνάβαν, Σωφρόνιον τὸν πάνυ, καὶ Χριστοφόρον τὸν κλεινόν, συνελθόντες οἱ πιστοί, ἐν ὕμνοις εὐφημήσωμεν, τοὺς μονοτρόπους ὁμοῦ διαπρέψαντας, καὶ ἐν ἀσκήσει ὡς φοίνιξ ἀνθήσαντας, τοὺς χρησμοδόχους τῆς Θεοτόκου, καὶ θείους ἱερουργοὺς τοῦ Χριστοῦ, τοὺς ἐν ᾗ ἐπόλισαν ἐρήμῳ,ὡσεὶ κέρδος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθέντας, καὶ τὴν οὐ τίκτουσαν στείραν, ἐπὶ πολυτεκνίᾳ εὐφραινομένην ἀναδείξαντας, κᾀντεῦθεν εἰς Χριστὸν ἀναλύσαντας, ἐνθα πάντων εὐφραινομένων ἐστὶν ἡ κατοικία. Ἐφ’ οἷς καὶ εὐχαρίστως αἶνον βοῶμεν τῷ Θεῷ, τῷ ἐν θαύμασι τούτον ἐν γῇ δοξάσαντας μεγαλύναντι.