Παράκληση στην Αγία Ειρήνη
Την παρακάτω Παράκληση, την παρουσιάζουμε κυρίως για μελέτη και όχι για λειτουργική χρήση αφού δεν γνωρίζουμε αν είναι εγκεκριμένη ή όχι. Όποιος αναγνώστης μπορεί να βοηθήσει σε αυτό, μην διστάσει να επικοινωνήσει μαζί μας....
ΙΕΡΑ ΠΑΡΑΚΛΗΣΗ.
Εὐλογήσαντος τοῦ Ἱερέως τὸ Κύριε εἰσάκουσον, μεθ’ ὅ τὸ Θεὸς Κύριος καὶ τὰ κάτωθι Τροπάρια. Ἦχος δ΄. Ὁ ὐψωθείς ἐν τῷ Σταυρῷ.
Ὡς τοῦ Κυρίου εὐκλεὴς Ἀθληφόρος, ἐν μαρτυρίῳ κραταιῷ ἐδοξάσθης, Εἰρήνη εἰρηνώνυμε, Μαρτύρων καλλόνη. Ὅθεν τὴν ἀντάμειψιν, ἐν ὑψίστοις εὑροῦσα, βρύσις ἀναδέδειξαι, δαψιλὴς ἰαμάτων, εὐεργετοῦσα ἔνδοξε ἁεὶ, τοῦς τῷ πανσέπτῳ ναῷ σου προστρέχοντας.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὑ σιωπήσομεν ποτὲ Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων; Τὶς δὲ διεφύλαξεν, ἔως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοῖων δεινῶν.
Ὁ Ν΄ καὶ ὁ Κανὼν, οὖ ἡ Ἀκροστιχίς: Σκέπε με σῇ χάριτι ἀεὶ Εἰρήνη. Κυρίλλου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Συνοῦσα Μαρτύρων ταῖς στρατιαῖς, ἔνδοξε Εἰρήνη, πρωτοτόκων ἐν ταῖς σκηναῖς, εἰρήνην καὶ χάριν ἡμῖν αἴτει, τοῖς τῷ ἁγίῳ να«σου προστρέχουσι.
Καθεῖλες τὸν ὅφιν τὸν δυσμενῆ, πάνσεμνε Εἰρήνη, δι’ ἀγώνων ἀθλητικῶν, οὗ ῥῦσαι τῇ σῇ ἐπιστασίᾳ, τὴς πονηρίας ἡμᾶς τοὺς ἱκέτας σου.
Εὑροῦσα εἰρήνη τῆς ὑπὲρ νοῦν, ζωῆς τὰς ἀβύσσους, διὰ πόνων μαρτυρικῶν, ἡμᾶς καταξίωσον εὐχαῖς σου, ἁμαρτημάτων εὑρεῖν τὴν συγχώρησιν.
Θεοτοκίον.
Παρθένε Μαρία ὡς ἀγαθή, τὸν, ἀγαθοδότιν, καθικέτευε ἐκτενῶς, ἵνα πάσης θλίψεως ρυσθῶμεν, οἱ εὐσεβῶς προσκυνοῦντες τὸν τόκον σου.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Εὐσυμπάθητος πᾶσιν, ὡς ἀληθῶς πέλουσα, τοῖς συντρετριμμένῃ καρδία, πιστῶς προστρέχουσι, τῇ ἀντιλήψει σου, Μεγαλομάρτυς Εἰρήνη, ἐ παντὶ προστάτευε, τῷ βίῳ πάντοτε.
Μαρτυρίου τοὺς πόνους, καρτερικῶς ἤνεγκας, καὶ ἐν οὐρανοῖς τῆς ἀπόνου, ζωῆς ἐτρύφησας. Ὅθεν ἐπόπτευε, Μεγαλομάρτυς Εἰρήνη, ἐν ἀγρύπνῳ ὄμματι, τοῦς εὐφημοῦντάς σε.
Ἐν κινδύνοις προστάτις, ἡμῖν θερμὴ φάνηθι, ἐν στενοχωρίαις Εἰρήνη, τελεία ἄνεσις, καὶ ἐν δειναῖς συμφοραῖς, παραμυθία καὶ σκέπη, ἵνα κατὰ χρέος σε, ἐγκωμιάζομεν.
Θεοτοκίον.
Σαρκικῶς ἐπεφάνη, ὁ τοῦ Πατρὸς Ἄχραντε, Λόγος διὰ Σοῦ τῆς Παρθένου, σῴζων τὰ σύμπαντα· ὅν καθικέτευε, ἐν μητρικῇ παῤῥησίᾳ, εἰρηνεῦσαι ἄπαντα, κόσμον Μητρόθεε.
Διάσωσον ἀπὸ παντοίων κινδύνων Μάρτυς Εἰρήνη, τοῦς ἐυσεβῶς τῷ ναῷ σου προστρέχοντας, καὶ σὲ ὑμνοῦντας, ὡς νύμφην Χριστοῦ ἁγίαν.
ἐπίβλεψον ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἑπὶ τὴν ἑμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Θαυμάτων πολλήν, πλουτήσασα ἐνέργειαν, νοσοῦντας ἡμᾶς, κατ’ ἄμφω τοὺς ἱκέτας σου, συμπαθῶς ἰάτρευσον, καὶ πρὸς τρίβον κρείττονα ἵθυνον, χειραγωγίᾳ χάριτος τῆς σῆς, Εἰρήνη Χριστοῦ Μάρτυς ἀήττητε.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἡ ἀνδρείως ἀθλήσασα, καὶ θαυμάτων χάριν καταπλουτήσασα, τῶν ψυχῶν ἡμῶν τἀ τραύματα, δραστικῶς Εἰρήνη Μάρτυς ἴασαι.
Χαλεπῶς ἡμᾶς θλίψεσιν, ἐξεταζομένους Εἰρήνη λύτρωσαι, τῷ Νυμφίῳ σου πρεσβεύουσα, καὶ Σωτῆρι πάντων τῶν τιμώντων σε.
Ἀπὸ κλίνης κακώσεως, ἔγειρον Εἰρήνη ἡμᾶς καλοῦντάς σε, καὶ εἰρήνην ἀστασίαστον, ταῖς καρδίαις δίδου τῶν προσφύγων σου.
Θεοτοκίον.
Ῥυπωθέντα τοῖς πταίσμασι, Μῆτερ τοὺς οἰκέτας ου ἀποκάθαρον, μητρικῆς φιλευσπλαγχνίας Σου, ἐφ’ ἡμᾶς τὸ ὕδωρ ἐπιχέουσα.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἴθυνον ἡμῶν, ἀσφαλῶς τὰ διαβήματα, πρὸς ἁγίας ἀναβάσεις ἀρετῶν, ὦ Εἰρήνη, θαυμαστῇ ἐπιστασίᾳ σου.
Τείχισον ἡμᾶς, ἐν ἐχθροῦ ταῖς ἐπιθέσεσι, καλλιπάρθενε Εἰρήνη ἐκλεκτή, συμμαχίᾳ τῆς πρεσβείας σου πρὸς Κύριον.
Ἵλεων ἡμῖν, τοῖς ἀφρόνως παραπταίουσι, καθ’ ἡμέραν ὦ Εἰρήνη θαυμαστή, ταῖς ευχαῖς σου τὸν Φιλάνθρωπον ἀπέργασαι.
Θεοτοκίον.
Ἄχραντε ἡμῖν, τοῖς ἀφρόνως παραπταίουσι, τοῖς οἰκέταις Σου σπλαγχνίσθητι, καὶ παράσχου εὐφροσύνηνμυστικήν, ταῖς καρδίαις τῶν ὑμνούντων τὴν λοχείαν Σου.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἐνίκησας, τῶν ἐθρῶν τὰς φάλαγγας, ὑπομείνασα στεῤῥῶς τὰς αἰκίας, καὶ τῶν εἰδώλων τὴν πλάνην καθεῖλες, Μάρτυς Εἰρήνη μεγίστοις ἀγῶσί σου. Ὅθεν παρέστης τῷ Χριστῷ, μεμνημένη ἡμῶν τῶν τιμώντων σε.
Ἱκέτευε, ἐκτενῶς τὸν Κύριον, ὡς πλουτοῦσα παῤῥησίαν Εἰρήνη, ἵνα δεινῶν ἀπωλείας βάραθρων, καὶ αἰωνίου θανάτου λυτρώσηται, τοὺς ἀναμέλποντας πιστῶς, σὼν ἀγώνων τὰ ἔνδοξα τρόπαια.
Ἐτρύγησας, ἀκηράτου χάριτος, καὶ εἰρήνης οὐρανίου Εἰρήνη, ὡς τοῦ Νυμφίου παρθένος φρονίμη, καὶ Ἀθληφόρος Αὐτοῦ ἀκατάπληκτος· ὅθεν ἐξαίτει καὶ ἡμῖν. σοῖς ἱκέταις ἀεὶ τὰ συμφέροντα.
Θεοτοκίον.
Ἱλάσθητι, ὁ Θεὸς τοῖς δούλοις Σου, σῶσον πάντας ἁμαρτίας θηράτρων· Σοὶ γὰρ προσάγομεν πίστει βεβαίᾳ, τὴν Παναγίαν Παρθένον Μεσίτριαν, δι’ ἧς ἀνέτειλας βροτοῖς, σωτηρίου ἡμέραν χαρμόσυνον.
Διάσωσον ἀπὸ παντοίων κινδύνων Μάρτυς Εἰρήνη, τοῦς ἐυσεβῶς τῷ ναῷ σου προστρέχοντας, καὶ σὲ ὑμνοῦντας, ὡς νύμφην Χριστοῦ ἁγίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτωνσου.
Ἐν μαρτυρίου τοῖς ἄθλοις ἐμπρέψασα, εἰρηνικῶς πρὸς Χριστὸν ἐξεδήμησας, εἰρήνης Εἰρήνη τῷ ἄρχοντι, ἐξαιτουμένη ἡμῖν τοῖς ἱκέταις σου, εἰρήνην Αὐτοῦ τὴν σωτήριον.
Προκείμενον. Ἦχος δ΄. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ πρόσεσχε μοι...
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ματαθῖον. [Κεφ. κε΄, 1-13].
Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην: Ὡμοιώθη ἡ Βασιλεία τῶν οὐρανῶν δέκα παρθένοι, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. Πέντε δὲ ἧσαν ἐξ αὐτῶν φρόνιμοι καὶ αἱ πέντε μωραῖ· αἴτινες μωραὶ λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν οὐκ ἔλαβον μεθ’ ἑαυτῶν ἔλαιον· αἱ δἐ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοιε αὐτῶν μετὰ τῶν λαμπάδων αὐτῶν. Χρονίζοντος δὲ τοῦ νυμφίου ἐνύσταξαν δὲ πᾶσαι καὶ ἐκάθευδον. Μέσης δὲ νυκτὸς κραυγὴ γέγονε· ἰδοὺ ὁ νυμφίος ἔρχεται, ἐξέρχεσθαι εἰς ἀπάντησιν αὐτοῦ. Τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι εκεῖναι καὶ ἐκόσμησαν τὰς λαμπάδας αὐτῶν. Αἱ δἐ μωραὶ ταὶς φρονίμοις εἶπον:Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβἐννυνται. Ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι:Μήποτε οὐκ ἀρκέση ἡμῖν καὶ ὑμῖν· πορεὐεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλούντας καὶ ἀγοράσατε ἑαυταῖς. Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι ἦλθεν ὁ Νυμφίος καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ’ αὐτοῦ εἰς τοὺς γἀμους, καὶ ἐκλείσθη ἡ θύρα. Ὕστερον δἐ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγουσαι: Κύριε, Κύριε, ἄνοιξον ἡμῖν. Ὁ δὲ ἀποκριθεὶς εἶπεν: Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὑδὲ τὴν ὥραν ἐν ᾗ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.
Δόξα Σοὶ Κύριε, δόξα Σοὶ.
Δόξα. Ταῖς τῆς Ἀθληφόρου...
Καί νῦν. Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεήμων, ἐλέησόν με ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός Σου...
Εἰρήνη πολύαθλε, ἠγλαϊσμένη παρθένε, Μάρτυς εἰρηνώνυμε, τῶν Μαρτύρων καύχημα, ὑπερήδιστον, τοὺς καταφεύγοντας, ἀδιστάκτῳ πίστει, τῇ δυνάμει τῆς πρεσβείας, ῥῦσαι δεόμεθα, πάσης δυσπραγίας καὶ θλίψεως, κινδύνων τε κακώσεων, καὶ ἐπηρειῶν τοῦ ἀλάστορος· σὺ γὰρ παῤῥησίαν, πλουτεῖς πρὸς τὸν φιλάνθρωπον Θεόν, τὸν στεφανώσαντα δόξῃ σε, καὶ τιμῇ ὡς γέγραπται.
Ἕτερον. Ἦχος ὁ αὐτός. Αἱ Ἀγγελικαὶ.
Μάρτυς τοῦ Χριστοῦ, εἰρηνώνυμε Εἰρήνη, σκεῦος ἱερόν, οὐρανίων χαρισμάτων, Ἀγγέλοις ἐν ὑψίστοις, εὐκλευῶς συγχορεύουσα, Μάρτυσι συνοῦσα νικηφόροις, ἐν παῤῥησίᾳ ἐκδυσώπει, τὸν Νυμφίον σου, ἵνα δωρήσηται ἡμῖν, πταισμάτων συγχώρησιν.
Σῶσον ὁ Θεὸς, τὸν λαόν Σου...
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ῥώμῃ χάριτος Μάρτυς, ἐραστοῦ σου τὸ πάθος, ἐξεικονίσασα, ἀπέλαβες Εἰρήνη, ὑψόθεν τῶν θαυμάτων, τῆν ἀείζωον δύναμιν, δι’ ἧς ἡμᾶς χαλεπών, ἴασαι νοσημάτων.
Ἡ ἀθλήσεως πόνοις, καλλιμάρτυς Εἰρήνη, Χριστὸν δοξάσασα, παθῶν τῆς ἀδοξίας, θερμῇ σου ἀντιλήψει, τοὺς ἱκέτας σου λύτρωσαι, ᾄδοντας πόθῳ ψυχῆς, τῇ δόξῃ σου αἰνέσεις.
Νικηφόροις σου ἄθλοις, πρὸς σκηνὰς ἀειζώους, μετέστης ἔνδοξε· διὸ ἡμᾶς εὐχαῖς σου, τοὺς περιλειπομένους, τῷ Κυρίῳ οἰκείωσον, Εἰρήνη Μάρτυς σεμνή, Μαρτύρων εὐκοσμίᾳ.
Θεοτοκίον.
Ἡλιόμορφε Κόρη, ἡ τεκοῦσα ἀφράστως, Χριστὸν τὸν Κύριον, τῇ Σῇ φωταγωγίᾳ, σκοτίαν ἁμαρτάδων, ἐξ’ ἡμῶν διασκέδασον, ἴνα εὐφήμως ἀεί, ὑμνοῦμεν Σου τὸν τόκον.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Καταβληθέντας, ταῖς προσβολαῖς τῆς κακίας, ἐνδυνάμωσον ἡμᾶς Μάρτυς Εἰρήνη, ἵνα σε τιμῶμεν, ὡς Μάρτυρα Κυρίου.
Ὑπερκοσμίου, Μάρτυς Εἰρήνη γαλήνης, ἀπολαύουσα Μαρτύρων σὺν χορείαις, πρεσβεῖαις σου παῦσον, παθῶν ἡμῶν τὸν σάλον.
Ῥῶσιν χορήγει, καὶ ψυχικὴν εὐρωστίαν, τοῖς ἱκέταις σου θεόληπτε Εἰρήνη, καταπονουμένοις, πικροῖς πειρατηρίοις.
Θεοτοκίον.
Ἱλάσθητί μοι, τῷ ἀναισχύντως βιοῦντι, Ὑπεράγαθε Σωτὴρ ταῖς ἱκεσίαις, τῆς δι’ εὐσπλαγχνίαν, φρικτῶς Σε κυησάσης.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Λαοῦ τοῦ χριστωνύμου, μακαρίζοντός σε, τῇ συμμαχίᾳ τῆς θείας σου χάριτος, πρόστηθι Μάρτυς Εἰρήνη, ἀειμακάριστε.
Λαμπὰς φαεινοτάτη, αἴγλης οὐρανίου, Παρθενομάρτυς Εἰρήνη ὑπάρχουσα, τῆς διανοίας τὸ σκότος, ἡμῶν διάλυσον.
Ὁλόφωτον παστάδα, Μάρτυς εὑραμένη, εἰς κατοικίαν Εἰρήνη αἰώνιον, φῶς ἡμῖν πᾶσιν ἐξαίτει, Θεοῦ τῆς γνώσεως.
Θεοτοκίον.
Ὑπέραγνε Μαρία, Κεχαριτωμένη, ἁγνόν με τήρει ψυχῇ τε καὶ σώματι, ἵνα ἀεὶ μακαρίζω, τὸν θεῖον τόκον Σου.
Τὸ Ἄξιον ἐστι καὶ τὰ Μεγαλυνάρια.
Τὴν Μεγαλομάρτυρα τοῦ Χριστοῦ, ἔνδοξον Εἰρήνην, εὐφημήσωμεν εὐλαβῶς, ὅτι τῆς εἰρήνης, τὸν ἄρχοντα ἐν κόσμῳ, δι’ ἄθλων μαρτυρίου, ὑπέρεδόξασε.
Χαίροις Παρθενίας σκεῦος σεπτόν, καὶ τῆς εὐσεβείας, ὁ ἀσύλητος θησαυρός· χαίροις εὐσθενείας, ἡ μελουργὸς κινύρα, καὶ λύρα καρτερίας, Εἰρήνη ἔνδοξε.
Πλάνην ἐκφυγοῦσαν τὴν πατρικήν, Χριστῷ συνετάγης, διὰ πίστεως ἀκραιφνοῦς, ὧ καὶ ἐνυμφεύθης, Αὐτῷ προσαγαγοῦσα, τὸ αἷμά σου ὡς προῖκα, Εἰρήνη ἔνδοξε.
Χαίροις Ἀθληφόρε τοῦ Ἰησοῦ, Περσῶν τὰς τερθρείας, ἡ αἰσχύνασα ἀνδρικῶς· χαίροις ἡ ἐν ἄθλοις, Εἰρήνη μαρτυρίου, τῆς πίστεως δυνάμει, ἀνδραγαθήσασα.
Ἴδε Καλλιπάρθενε ἐφ’ ἡμᾶς, ἐπικαλουμένους, τὴν πρεσβείαν σου πρὸς Θεόν, πάντας ῥυομένη, ἐχθροῦ τῆς πανουργίας, κινδύνων πολυτρόπων, καὶ περιστάσεων.
Χαίροις Ἀθληφόρων ἡ καλλονὴ, πάνσεμνε Εἰρήνη, Ἐκκλησίας ἡ χαρμονή· χαίροις ἀσθενούντων, ἀντίληψις ταχεῖα, καὶ εὐφημοῦσιν ὕμνοις, τὴν μαρτυρίαν σου.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἁγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθήναι ἡμᾶς.
Τὸ Τρισάγιον καὶ τὸ Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Εἰρηνώνυμον κλῆσιν, οὐρανόθεν πλουτήσασα, τῆς θεοεχθρίας ἐπάρσεις, ἀνδρικῶς ἐταπείνωσαας, καὶ ἤθλησας ἀγάπῃ τοῦ Χριστοῦ, τὸ κάλλος παριδοῦσα τῆς σαρκός· διὰ τοῦτο τῆς εἰρήνης τὰς δωρεὰς, παρέχει τοῖς ἐκβοῶσι: Δόξα τῷ σε καλέσαντι Χριστῷ· δόξα τῷ σὲ ἐνισχύσαντι· δόξα τω ἐν νυμφῶνί σε ζωῆς, Εἰρήνη εἰσάξαντι.
Ἕτερον. Ἦχς πλ. δ΄. Ταῖς τῶν δακρύων σου ῥοαῖς.
Ἰχνηλατοῦσα εὐσεβῶς, τῆς εἰρήνης τὸν ἄρχοντας εἰρηνώνυμε, πρὸς μαρτυρίου τὴν ὁδόν, ἀθλητικῇ ἐνστάσει χαίρουσα ἔδραμες, καὶ ᾔσχυνας στεῤῥῶς, πυρσολατρῶν τὴν ἄθεον ἔπαρσιν, Εἰρήνη Μαρτύρων ἀγλάϊσμα. Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἐκτενὴς παρὰ τοῦ Ἱερέως καὶ Ἀπόλυσις, μεθ’ ἥν ψάλλομεν τὰ κάτωθι Τροπάρια. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τοὺς προστρέχοντας πιστῶς, τῷ χαριτοβρύτῳ ναω σου, Εἰρήνη Μάρτυς Χριστοῦ, καὶ ἀνακηρύττοντας, τὴν μαρτυρίαν σου, καὶ τοὺς ἄθλους σου μέλποντας, δι’ ὧν κληρονόμος, τῆς ἀφράστου γέγονας, ἀγαλλιάσεως, ῥῦσαι δραστικαῖς σου πρεσβείαις, πρὸς τὴν Παναγίαν Τριάδα, τῶν δεινῶν ἐν βίῳ περιστάσεων.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Δι’ εὐχῶν τῶν Ἁγίων...
Δίστιχον.
Πταισμάτων αἴτει συγχώρησιν Εἰρήνη,
Κυρίλλῳ πίστει θερμῇ προσπίπτοντί σοι.
Σημείωσις: Από το βιβλίο· Κογεράκη Κυρίλλου [Αρχιμανδίτου]: «Ακολουθίαι της Αγίας Ειρήνης», έκδοσις Ιεράς Μονής Αγίας Ειρήνης Κρουσώνος, Ηράκλειον, 2003.
Το βιβλίο επίσης περιέχει πλήρης ακολουθία της Αγίας, με τροπάρια και κανόνες έτερα από αυτά των Νέων Μηνιαίων τα οποία βασίζονται στην έκοδοση του Ρηγόπουλου.
Επίσης, περιέχει εγκώμια κα χαιρετισμοί προς την Αγία, τα οποία και δεν δημοσιεύουμε προτρέποντας τους φίλακόλουθους να αποκτήσουν αν επιθυμούν αυτό το βιβλίο, ενισχύοντας ταυτόχρονα και την Μονή, η οποία απαρτίζεται από πολύ καλή συνοδία και είναι ένα από τα πιο φιλόξενα μοναστήρια.
Πηγή: VOUTSINASILIAS