Ακολουθία Αγίας Ειρήνης (Συμπληρωματική)
Την παρακάτω Ακολουθία, την παρουσιάζουμε κυρίως για μελέτη και όχι για λειτουργική χρήση αφού δεν γνωρίζουμε αν είναι εγκεκριμένη ή όχι. Όποιος αναγνώστης μπορεί να βοηθήσει σε αυτό, μην διστάσει να επικοινωνήσει μαζί μας....
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ.
Στιχηρὰ Προσόμοια δ΄. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τῆς Ἀθληφόρου Εἰρήνης, τὴν μνήμην σήμερον, τῶν εὐσεβῶν οἱ δῆμοι, ἑορτάσωμεν πόθῳ· τρωθεῖσα γὰρ ἀστέκτως αὔτη Χριστοῦ, τοῦ Σωτῆρος τῷ ἔρωτι, τῆς εὐσεβείας ἀνήγειρεν ἐπὶ γῆς, δι’ ἀθλήσεως τὸ τρόπαιον.
Τῆς πατρικῆς ἀθεΐας, τὴν ματαιότητα, ἀρνησαμένη Μάρτυς, εὐσεβείας τὸν δρόμον, ἐν κόσμῳ ἐπορεύθης ὡς νουνεχής, μὴ φθεισθεῖσα τοῦ σώματος, καὶ ἐν Μαρτύρων ἐνστάσει νύμφη καλή, τοῦ Χριστοῦ Εἰρήνη γέγονας.
Μυσταγωγοῦσα εἰρήνης, Μάρτυς φερώνυμε, τὰ ἀγαθὰ ἀνθρώποις, τοῖς Θεὸν ἀγνοοῦσιν. ἐκλήθης πρὸς ἀγῶνα μαρτυρικόν, καὶ ἀνδρείως κατέβαλες, θεοεχθρίας ἀπάτης εἰδωλικῆς, ἐν αὐτῷ τὴν ἰταμότητα.
Τῷ εἰρηνάρχῃ Κυρίῳ, Εἰρήνη πάνσεμνε, παρθένος ὡς φρονίμη, ὡς ἀήττητος Μάρτυς, φαιδρῶς παρισταμένη ἐν οὐρανοῖς, τῆς εἰρήνης τοῦ Πνεύματος, αἴτει τὴν χάριν πλουσίως τοῖς εὐσεβῶς, μακαρίζουσι τοῦς ἄθλους σου.
Δόξα. Ἦχος β΄.
Δεῦτε πάντες λαοί, τῆς Ἀθληφόρου Εἰρήνης, τὴν μνήμην σήμερον τελέσωμεν· Χριστὸν γὰρ ἀγαπήσασα, κόσμου καταφρονήσασα, τὴν Ἀγίαν Τριάδα ἐδόξασεν, ἐν μαρτυρίου πάλῃ ἀριστεύσασα· ᾗ καὶ πρεσβεύει ἐκτενῶς, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Στιχηρὰ Προσόμοια. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Πλάνης εἰδωλικῆς, τὰ θήρατρα φυγοῦσα, πρὸς ὕψος ἐπετάσθης, Θεοῦ τῆς βασιλείας, Εἰρήνη ἄθλων πτέρυξι.
Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον...
Ὤλεσας δυσμενοῦς, ἐχθροῦ τὰς σατραπείας, στεῤῥῶς ἀγωνισθεῖσα, ἐν αἵματι Μαρτύρων, Εἰρήνη καλλιπάρθενε.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου...
Πρέσβευε τῷ Χριστῷ, ὡς ἔχουσα μεγίστην, Εἰρήνη παῤῥησίαν, ἵνα ἡμῖν εἰρήνην, καὶ ἔλεος δωρήσηται.
Δόξα. Ἦχος πλ. β΄.
Ἀθληφόρε Εἰρήνη, παρθένε ὡραιόμορφε, νύμφη ἀκήρατε Χριστοῦ, τῇ ράβδῳ τῆς πρεσβείας σου, πρὸς εἰρήνης ὁδὸν ὁδήγησον ἡμᾶς, πολεμουμένοις τοῖς πάθεσι· παῤῥησίαν γὰρ ἔχεις, πολλὴν ἀξιάγαστε.
Καὶ νῦν.Τῆς ἑορτῆς.
Από το βιβλίο· Κογεράκη Κυρίλλου [Αρχιμανδίτου]: «Ακολουθίαι της Αγίας Ειρήνης», έκδοσις Ιεράς Μονής Αγίας Ειρήνης Κρουσώνος, Ηράκλειον, 2003.
Πηγή: VOUTSINASILIAS