Ἀπολυτίκιον
Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.
Μονὴ Κουτλουμουσίου τὴν ἁγίαν Εἰκόνα Σου, Φοβερὰ Προστασία κεκτημένη ἀγάλλεται· ὡς δρόσος γὰρ ἐκ ταύτης μυστική, ἡ χάρις Σου προέρχεται ἀεί, καὶ εὐφραίνει τὰς καρδίας καὶ τὰς ψυχάς, Παρθένε τῶν βοώντων Σοι· δόξα τῇ Προστασίᾳ Σου ἁγνή, δόξα τῇ ἀντιλήψει Σου, δόξα τῇ πρὸς ἡμᾶς Σου προμηθείᾳ ἄχραντε.
Έτερον Ἀπολυτίκιον
Ἦχος δ´. Ὁ ὑψωθείς.
Τὴν Φοβεράν Σου Προστασίαν Παρθένε, δίδου ἡμῖν τοῖς σὲ τιμῶσιν ἐκ πόθου, ἐκ τῶν ψυχῶν διώκουσα τὸν φόβον τοῦ ἐχθροῦ· φλόγα δὲ ὑπάναψον, τοῦ γλυκέος Υἱοῦ σου, ἐντολῶν τὴν τήρησιν, ζωηῤῥύτων διδοῦσα, ὅπως ἐγκάρπως φθάσωμεν Ἁγνή, εἰς Βασιλείαν, αὐτοῦ τὴν τρισπόθητον.
Μεγαλυνάριον
Προστασία κέκληται Φοβερά, Ἄχραντε Παρθένε, ἡ εἰκών σου ἡ ἱερά, τῶν ἐχθρῶν τὰ πλήθη, φοβίζουσα πιστῶν δέ, πληροῦσα εὐφροσύνης, καρδίας Πάναγνε.
Έτερον Μεγαλυνάριον
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Έτερον Μεγαλυνάριον
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν· τὴν ὄντως Θεοτόκον, Σὲ μεγαλύνομεν.
Έτερον Μεγαλυνάριον
Ἔχει Σὴν Εἰκόνα τὴν ἱεράν, τοῦ Κουτλουμουσίου, ἡ ἐν Ἄθῳ σεπτὴ Μονή, Φοβερὰ τοῦ κόσμου, καὶ θεία Προστασία, καταφυγὴ γλυκεῖα, καὶ μέγα στήριγμα.
Έτερον Μεγαλυνάριον
Κράζουσι χορείαις Χριστιανῶν, κεχαριτωμένη Προστασία ἡ Φοβερά, θλίψεων παντοίων, κινδύνων πειρασμῶν, καὶ νόσων ἀνιάτων, λύτρωσιν δώρησαι.
Έτερον Μεγαλυνάριον
Πρέσβευε ἀπαύστως τῷ Σῷ Υἱῷ, Γένους Προστασία, Ὀρθοδόξων ἡ Φοβερά, ἵνα ἐπηρείας, ῥυώμεθα καὶ βλάβης, ἐχθρῶν οἱ προσιόντες, τῇ ἀντιλήψει Σου.
Έτερον Μεγαλυνάριον
Ἡ σεπτὴ Εἰκών Σου Μῆτερ Θεοῦ, ὄντως κεκλημένη, Προστασία ἡ Φοβερά, τοὺς ἀσπαζομένους, Αὐτὴ πληροῖ ἰσχύος, καὶ θάῤῥους ἀντικροῦσαι, τὸν παναλάστορα.
Έτερον Μεγαλυνάριον
Πάντας προστατεύεις ὡς ἀληθῶς, σέβοντάς Σε Κόρη, καὶ φιλοῦντας τὴν Σὴν μορφήν, τοὺς ἐγγὺς καὶ πόῤῥω, ὡς Φοβερὰ τῷ ὄντι, καὶ θεία Προστασία, τῶν ἀνυμνούντων Σε.
Έτερον Μεγαλυνάριον
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.