Ἀπολυτίκιον
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Ως οὐράνιον γέρας, ἐκ τῆς Κύπρου ἐφέστηκε, πάλαι ἡ Εἰκών σου τῇ Ῥόδῳ, παραδόξως Θεόνυμφε, ἐκβλύζουσα θαυμάτων ποταμούς, καὶ χάριτος ἀεὶ τῶν δωρεῶν, διανέμουσα τὸν πλοῦτον τὸν μυστικόν, τοῖς πόθῳ ἐκβοῶσί σοι· Δόξα τῇ εὐδοκίᾳ σου Ἁγνή· δόξα τοῖς θαυμασίοις σου· δόξα τῇ θαυμαστῇ περὶ ἡμᾶς, Τσαμπίκα προνοίᾳ σου.
Κοντάκιον
Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τῇ ἀντιλήψει σου ἀεὶ πιστῶς προστρέχοντες, ἀπὸ κινδύνων χαλεπῶν καὶ πάσης θλίψεως, ἐκλυτρούμεθα Τσαμπίκα Εὐλογημένη. Ἀλλ᾿ ὡς ἔχουσα πλουσίαν τὴν συμπάθειαν, ταῖς πρεσβείας σου χορήγει τὰ συμφέροντα, τοῖς βοῶσί σοι· Χαῖρε Μῆτερ Θεόνυμφε.
Μεγαλυνάριον
Ἔχοντες Εἰκόνα σου τὴν σεπτήν, Ἄχραντε Τσαμπίκα, ὡς τῆς χάριτος θησαυρόν, ταύτην προσκυνοῦμεν, καὶ ᾄδομεν συμφώνως, εὐχαριστίας ὕμνον, ἀεὶ τῇ δόξῃ σου.