Προφήτης Ζαχαρίας και η σύζυγος του Ελισάβετ Ἦχος δ’. Κατεπλάγη Ἰωσήφ.
Ἱερωσύνης στολισμόν, περιβαλλόμενος σοφέ, κατὰ τὸν νόμον τοῦ Θεού, ὁλοκαυτώματα δεκτά, ἱεροπρεπῶς προσενήνοχας Ζαχαρία· καὶ γέγονας φωστήρ, καὶ θεατὴς μυστικῶν, τὰ σύμβολα ἐν σοί, τὰ τῆς χάριτος, φέρων ἐκδήλως πάνσοφε, καὶ ξίφει ἀναιρεθεὶς ἐν τῷ ναῷ τοῦ Θεοῦ, Χριστοῦ Προφῆτα, σὺν τῷ Προδρόμῳ, πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.