Ορθόδοξος Συναξαριστής Ορθόδοξος Συναξαριστής



Κυρίως επιλογές

Ενδιαφέροντα κείμενα

IC XC ΝΙΚΑ

IC XC ΝΙΚΑ
Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια, ἀναγράφω σοι ἡ πόλις σου, Θεοτόκε· ἀλλ' ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον, ἵνα κράζω σοί· Χαῖρε Νύμφη ἀνύμφευτε.








Απολυτίκια και κοντάκια της ημέρας

14 Ιουνίου 2020

Ἦχος δ’. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῷ.

Ὡς ὑποφήτην ἀληθῆ τοῦ Σωτῆρος, καὶ τῶν ἐν νόμῳ παιδευτὴν καὶ φωστῆρα, τοὶς πόρρω σὲ ἐδήλωσεν ὁ τόκος σου σοφὲ σὺ γὰρ κληρωσάμενος, τοῦ Θεσβίτου τὴν χάριν, θαύμασι διέπρεψας, καὶ δυνάμεσι πλείσταις. Καὶ νῦν ἀπαύστως φύλαττε ἠμᾶς, ὢ Ἐλισαῖε, Προφῆτα θεσπέσιε.





Αναγνώσματα Κυριακών και μεγάλων εορτών

Κυριακή 14 Ιουνίου 2020

Α΄ ΜΑΤΘΑΙΟΥ (τῶν Ἁγίων Πάντων). Τοῦ Ἁγίου Προφήτου Ἐλισσαίου καί τοῦ ἐν Ἁγίοις Πατρός ἡμῶν Μεθοδίου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. Τοῦ Ἁγίου Ἱερομάρτυρος Κυρίλλου, Ἐπισκόπου Γορτύνης τῆς Κρήτης. Τῶν ἐν Ἐσθονίᾳ Ἁγίων Ἱερομαρτύρων Βασιλείου Πρωτοπρεσβυτέρου, Ἰωάννου, Ἰωάννου, Ἀρτεμίου καί Νικολάου Πρεσβυτέρων, Βασιλείου καί Πέτρου Διακόνων καί τῶν Ἁγίων Μαρτύρων Μάρθας Πρεσβυτέρας, Ἰωάννου, Θεοδώρου καί Ἄννης.


Ἀπόστολος  |  Εὐαγγέλιον  |  Ἦχος - Ἑωθινόν Εὐαγγέλιον

ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ ΙΑ´ 33 - 40
33 οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, 34 ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων· 35 ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν· 36 ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς· 37 ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, 38 ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, ἐπὶ ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. 39 Καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, 40 τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι.

ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ ΙΒ´ 1 - 2
1 Τοιγαροῦν καὶ ἡμεῖς, τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων, ὄγκον ἀποθέμενοι πάντα καὶ τὴν εὐπερίστατον ἁμαρτίαν, δι’ ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα, 2 ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν, ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινε σταυρὸν, αἰσχύνης καταφρονήσας, ἐν δεξιᾷ τε τοῦ θρόνου τοῦ Θεοῦ κεκάθικεν.

Αρχαίο κείμενο  |  Ερμηνευτική απόδοση Ι. Θ. Κολιτσάρα




Αποφθέγματα

Προηγούμενο   |   Τυχαίο   |   Επόμενο     

Όσιος Αμφιλόχιος Μακρής της Ιεράς Νήσου Πάτμου
Ὅλη μου ἡ περιουσία εἶστε ἐσεῖς.



Πρόσφατες επισκέψεις


Καλώς ήρθατε στον «Ορθόδοξο Συναξαριστή»
 





Ημερολόγιο

11ΣΑΒΒΑΤΟ
ΑΝΑΤ. 05:50ΔΥΣΗ 19:16
193-173
Ανάμνηση Θαύματος Αγίας Ευφημίας, Αγία Ισαπόστολος Όλγα (μετονομασθείσα Ελένη) η βασίλισσα, Άγιος Νεκτάριος από τα Βρύουλλα ο Νέος οσιομάρτυρας
Ανάμνηση Θαύματος Αγίας Ευφημίας, Αγία Ισαπόστολος Όλγα (μετονομασθείσα Ελένη) η βασίλισσα, Άγιος Νεκτάριος από τα Βρύουλλα ο Νέος οσιομάρτυρας

ΑΝΑΓΝΩΣΜΑΤΑ ΑΓΙΩΝ
Β. Κορ. Ϛ´ 1 - 10
Λουκ. ζ´ 36 - 50

ΙΟΥΛΙΟΥ
2020


Εικονοστάσι

11 Ιουλίου 2020


Εβδομαδιαίο Νηστειοδρόμιο


5 Ιουλίου 2020
Επιτρέπονται όλες οι τροφές
6 Ιουλίου 2020
Επιτρέπονται όλες οι τροφές
7 Ιουλίου 2020
Επιτρέπονται όλες οι τροφές
8 Ιουλίου 2020
Νηστεία
9 Ιουλίου 2020
Επιτρέπονται όλες οι τροφές
10 Ιουλίου 2020
Νηστεία
11 Ιουλίου 2020
Επιτρέπονται όλες οι τροφές

Προηγούμενη εβδομάδα
Αρχική εβδομάδα
Επόμενη εβδομάδα