Ορθόδοξος Συναξαριστής Ορθόδοξος Συναξαριστής



Κυρίως επιλογές

Ενδιαφέροντα κείμενα

IC XC ΝΙΚΑ

IC XC ΝΙΚΑ
Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια, ἀναγράφω σοι ἡ πόλις σου, Θεοτόκε· ἀλλ' ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον, ἵνα κράζω σοί· Χαῖρε Νύμφη ἀνύμφευτε.








Απολυτίκια και κοντάκια της ημέρας

11 Φεβρουαρίου 2020

Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.

Φερωνύμως βλαστήσας, ὡς δένδρον εὔκαρπον, ἱεράρχα Κυρίου Βλάσιε ἔνδοξε, μαρτυρίου τοὺς καρποὺς κόσμῳ προήγαγες καὶ θαυμάτων δωρεάς ἀναβλύζεις δαψιλῶς, ὡς θεῖος ἱερομάρτυς τοῖς καταφεύγουσι πάτερ τῇ ἀντιλήψει τῆς πρεσβείας σου.





Αναγνώσματα Κυριακών και μεγάλων εορτών

Τρίτη 11 Φεβρουαρίου 2020

Τοῦ Ἁγίου Ἱερομάρτυρος Βλασίου, Ἀρχιεπισκόπου Σεβαστείας. Θεοδώρας τῆς Βασιλίσσης, τῆς στερεωσάσης τήν Ὀρθοδοξίαν (867). Εὕρεσις λειψάνων Ζαχαρίου τοῦ Προφήτου, πατρός τοῦ Τιμίου Προδρόμου.


Ἀπόστολος  |  Εὐαγγέλιον  |  Ἦχος - Ἑωθινόν Εὐαγγέλιον

ΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ Β' Β´ 9 - 22
9 οἶδε Κύριος εὐσεβεῖς ἐκ πειρασμοῦ ῥύεσθαι, ἀδίκους δὲ εἰς ἡμέραν κρίσεως κολαζομένους τηρεῖν, 10 μάλιστα δὲ τοὺς ὀπίσω σαρκὸς ἐν ἐπιθυμίᾳ μιασμοῦ πορευομένους καὶ κυριότητος καταφρονοῦντας. τολμηταί, αὐθάδεις! δόξας οὐ τρέμουσι βλασφημοῦντες, 11 ὅπου ἄγγελοι ἰσχύϊ καὶ δυνάμει μείζονες ὄντες οὐ φέρουσι κατ’ αὐτῶν παρὰ Κυρίῳ βλάσφημον κρίσιν. 12 οὗτοι δέ, ὡς ἄλογα ζῷα φυσικὰ γεγεννημένα εἰς ἅλωσιν καὶ φθοράν, ἐν οἷς ἀγνοοῦσι βλασφημοῦντες, ἐν τῇ φθορᾷ αὐτῶν καταφθαρήσονται, 13 κομιούμενοι μισθὸν ἀδικίας, ἡδονὴν ἡγούμενοι τὴν ἐν ἡμέρᾳ τρυφήν, σπίλοι καὶ μῶμοι, ἐντρυφῶντες ἐν ταῖς ἀπάταις αὐτῶν, συνευωχούμενοι ὑμῖν, 14 ὀφθαλμοὺς ἔχοντες μεστοὺς μοιχαλίδος καὶ ἀκαταπαύστους ἁμαρτίας, δελεάζοντες ψυχὰς ἀστηρίκτους, καρδίαν γεγυμνασμένην πλεονεξίας ἔχοντες, κατάρας τέκνα! 15 καταλιπόντες εὐθεῖαν ὁδὸν ἐπλανήθησαν, ἐξακολουθήσαντες τῇ ὁδῷ τοῦ Βαλαὰμ τοῦ Βοσόρ, ὃς μισθὸν ἀδικίας ἠγάπησεν, 16 ἔλεγξιν δὲ ἔσχεν ἰδίας παρανομίας· ὑποζύγιον ἄφωνον ἐν ἀνθρώπου φωνῇ φθεγξάμενον ἐκώλυσε τὴν τοῦ προφήτου παραφρονίαν. 17 οὗτοί εἰσι πηγαὶ ἄνυδροι, νεφέλαι ὑπὸ λαίλαπος ἐλαυνόμεναι, οἷς ὁ ζόφος τοῦ σκότους εἰς αἰώνα τετήρηται. 18 ὑπέρογκα γὰρ ματαιότητος φθεγγόμενοι δελεάζουσιν ἐν ἐπιθυμίαις σαρκὸς ἀσελγείαις τοὺς ὄντως ἀποφυγόντας τοὺς ἐν πλάνῃ ἀναστρεφομένους, 19 ἐλευθερίαν αὐτοῖς ἐπαγγελλόμενοι, αὐτοὶ δοῦλοι ὑπάρχοντες τῆς φθορᾶς· ᾧ γάρ τις ἥττηται, τούτῳ καὶ δεδούλωται. 20 εἰ γὰρ ἀποφυγόντες τὰ μιάσματα τοῦ κόσμου ἐν ἐπιγνώσει τοῦ Κυρίου καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ, τούτοις δὲ πάλιν ἐμπλακέντες ἡττῶνται, γέγονεν αὐτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώτων· 21 κρεῖττον γὰρ ἦν αὐτοῖς μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς δικαιοσύνης ἢ ἐπιγνοῦσιν ὑποστρέψαι ἐκ τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς. 22 συμβέβηκε δὲ αὐτοῖς τὸ τῆς ἀληθοῦς παροιμίας, κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέραμα, καί, ὗς λουσαμένη εἰς κύλισμα βορβόρου.

Αρχαίο κείμενο  |  Ερμηνευτική απόδοση Ι. Θ. Κολιτσάρα




Αποφθέγματα

Προηγούμενο   |   Τυχαίο   |   Επόμενο     

Όσιος Παΐσιος ο Αγιορείτης
Έξυπνος άνθρωπος είναι ο καθαρισμένος από τα πάθη του άνθρωπος.



Πρόσφατες επισκέψεις


Καλώς ήρθατε στον «Ορθόδοξο Συναξαριστή»
 





Ημερολόγιο

31ΤΡΙΤΗ
ΑΝΑΤ. 06:22ΔΥΣΗ 18:42
91-275
Άγιος Υπάτιος επίσκοπος Γαγγρών, Όσιος Ακάκιος ο Ομολογητής επίσκοπος Μελιτηνής, Άγιος Θεόφιλος ο Μάρτυρας και οι συν αυτώ μαρτυρήσαντες εν Κρήτη
Άγιος Υπάτιος επίσκοπος Γαγγρών, Όσιος Ακάκιος ο Ομολογητής επίσκοπος Μελιτηνής, Άγιος Θεόφιλος ο Μάρτυρας και οι συν αυτώ μαρτυρήσαντες εν Κρήτη

ΜΑΡΤΙΟΥ
2020


Εικονοστάσι

31 Μαρτίου 2020


Εβδομαδιαίο Νηστειοδρόμιο


29 Μαρτίου 2020
Νηστεία - Επιτρέπεται το λάδι και ο οίνος
30 Μαρτίου 2020
Νηστεία
31 Μαρτίου 2020
Νηστεία
1 Απριλίου 2020
Νηστεία
2 Απριλίου 2020
Νηστεία
3 Απριλίου 2020
Νηστεία
4 Απριλίου 2020
Νηστεία - Επιτρέπεται το λάδι και ο οίνος

Προηγούμενη εβδομάδα
Αρχική εβδομάδα
Επόμενη εβδομάδα