Ορθόδοξος Συναξαριστής Ορθόδοξος Συναξαριστής



Κυρίως επιλογές

Ενδιαφέροντα κείμενα

IC XC ΝΙΚΑ

IC XC ΝΙΚΑ
Τῇ ὑπερμάχῷ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια, ἀναγράφω σοι ἡ πόλις σου, Θεοτόκε· ἀλλ' ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον, ἵνα κράζω σοί· Χαῖρε Νύμφη ἀνύμφευτε.








Ἀκολουθία - Παραμονὴ καὶ Μ. Ὧραι Φώτων

Συνήθης Ἀκολουθία Ὄρθρου, τροπάρια & ἀναγνώσματα Λειτουργίας ἐδῶ.

Συντάκτης φυλλάδος: Νεκτάριος Μαμαλοῦγκος www.nektarios.gr
Μόνιμη ἀνάρτηση φυλλάδων: Ἱστολόγιον www.porphyrios.gr




Απολυτίκιο της ημέρας

05 Ιανουαρίου 2018

Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ἱερωσύνης τῇ στολῇ διαπρέπων, ἀθλητικῶς τὸν δυσμενῆ ἐτροπώσω, ὡς Ἱεράρχης ἔνθεος Θεόπεμπτε· ὅθεν πρὸς ἐπίγνωσιν, ἀληθείας προσάγεις, Θεωνᾶν τὸν ἔνδοξον, προσελθόντα Κυρίῳ· μεθ’ οὗ δυσώπει πάντοτε σοφέ, ὑπὲρ τῶν πίστει, τιμώντων τοὺς ἄθλους σου.





Αναγνώσματα Κυριακών και μεγάλων εορτών

Παρασκευή 5 Ιανουαρίου 2018

Προεόρτια τῶν Φώτων. Θεοπέμπτου καί Θεωνᾶ τῶν Μαρτύρων. Τῆς Ὁσίας Συγκλητικῆς καί τοῦ Ὁσίου Πατρός ἡμῶν Γρηγορίου, τοῦ ἐν Ἀκρίτᾳ.


Ἀπόστολος  |  Εὐαγγέλιον  |  Ἦχος - Ἑωθινόν Εὐαγγέλιον

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α' Θ´ 9 - 27
9 ἐν γὰρ τῷ Μωϋσέως νόμῳ γέγραπται· οὐ φιμώσεις βοῦν ἀλοῶντα. μὴ τῶν βοῶν μέλει τῷ Θεῷ; 10 ἢ δι’ ἡμᾶς πάντως λέγει; δι’ ἡμᾶς γὰρ ἐγράφη, ὅτι ἐπ’ ἐλπίδι ὀφείλει ὁ ἀροτριῶν ἀροτριᾶν, καὶ ὁ ἀλοῶν τῆς ἐλπίδος αὐτοῦ μετέχειν ἐπ’ ἐλπίδι. 11 Εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν, μέγα εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερίσομεν; 12 εἰ ἄλλοι τῆς ἐξουσίας ὑμῶν μετέχουσιν, οὐ μᾶλλον ἡμεῖς; ἀλλ’ οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ, ἀλλὰ πάντα στέγομεν, ἵνα μὴ ἐγκοπήν τινα δῶμεν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ. 13 οὐκ οἴδατε ὅτι οἱ τὰ ἱερὰ ἐργαζόμενοι ἐκ τοῦ ἱεροῦ ἐσθίουσιν, οἱ τῷ θυσιαστηρίῳ προσεδρεύοντες τῷ θυσιαστηρίῳ συμμερίζονται; 14 οὕτω καὶ ὁ Κύριος διέταξε τοῖς τὸ εὐαγγέλιον καταγγέλλουσιν ἐκ τοῦ εὐαγγελίου ζῆν. 15 ἐγὼ δὲ οὐδενὶ ἐχρησάμην τούτων. Οὐκ ἔγραψα δὲ ταῦτα ἵνα οὕτω γένηται ἐν ἐμοί· καλὸν γάρ μοι μᾶλλον ἀποθανεῖν ἤ τὸ καύχημά μου ἵνα τις κενώσῃ. 16 ἐὰν γὰρ εὐαγγελίζωμαι, οὐκ ἔστι μοι καύχημα· ἀνάγκη γάρ μοι ἐπίκειται· οὐαὶ δέ μοί ἐστιν ἐὰν μὴ εὐαγγελίζωμαι· 17 εἰ γὰρ ἑκὼν τοῦτο πράσσω, μισθὸν ἔχω· εἰ δὲ ἄκων, οἰκονομίαν πεπίστευμαι. 18 Τίς οὖν μοί ἐστιν ὁ μισθός; ἵνα εὐαγγελιζόμενος ἀδάπανον θήσω τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, εἰς τὸ μὴ καταχρήσασθαι τῇ ἐξουσίᾳ μου ἐν τῷ εὐαγγελίῳ. 19 Ἐλεύθερος γὰρ ὢν ἐκ πάντων πᾶσιν ἐμαυτὸν ἐδούλωσα, ἵνα τοὺς πλείονας κερδήσω· 20 καὶ ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ἵνα Ἰουδαίους κερδήσω· τοῖς ὑπὸ νόμον ὡς ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον κερδήσω· 21 τοῖς ἀνόμοις ὡς ἄνομος, μὴ ὢν ἄνομος Θεῷ ἀλλ’ ἔννομος Χριστῷ, ἵνα κερδήσω ἀνόμους· 22 ἐγενόμην τοῖς ἀσθενέσιν ὡς ἀσθενής, ἵνα τοὺς ἀσθενεῖς κερδήσω· τοῖς πᾶσι γέγονα τὰ πάντα, ἵνα πάντως τινὰς σώσω. 23 Τοῦτο δὲ ποιῶ διὰ τὸ εὐαγγέλιον, ἵνα συγκοινωνὸς αὐτοῦ γένωμαι. 24 οὐκ οἴδατε ὅτι οἱ ἐν σταδίῳ τρέχοντες πάντες μὲν τρέχουσιν, εἷς δὲ λαμβάνει τὸ βραβεῖον; οὕτω τρέχετε, ἵνα καταλάβητε. 25 πᾶς δὲ ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται, ἐκεῖνοι μὲν οὖν ἵνα φθαρτὸν στέφανον λάβωσιν, ἡμεῖς δὲ ἄφθαρτον, 26 ἐγὼ τοίνυν οὕτω τρέχω, ὡς οὐκ ἀδήλως, οὕτω πυκτεύω, ὡς οὐκ ἀέρα δέρων, 27 ἀλλ’ ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μήπως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι.

Αρχαίο κείμενο  |  Ερμηνευτική απόδοση Ι. Θ. Κολιτσάρα




Αποφθέγματα

Προηγούμενο   |   Τυχαίο   |   Επόμενο     

Η πείρα δια της πράξεως αποκτάται με χρόνους. Η δε χάρις είναι χάρισμα εξαρτώμενον από τον Θεόν. Και διδόμενον αναλογία θερμότητος πίστεως, ταπεινώσεως και καλής προαιρέσεως.

Γέροντας Ιωσήφ ο Αγιορείτης († 1959 μ.Χ.)



Πρόσφατες επισκέψεις


Καλώς ήρθατε στον «Ορθόδοξο Συναξαριστή»
 





Ημερολόγιο

24ΤΕΤΑΡΤΗ
ΑΝΑΤ. 06:13ΔΥΣΗ 17:07
24-341
Οσίες Ξένη και οι δύο θεραπαινίδες της, Άγιοι Βαβύλας ο εν Σικελία και Αγάπιος και Τιμόθεος οι μαθητές του, Όσιος Νεόφυτος ο έγκλειστος που ασκήτευσε στην Κύπρο, Όσιος Φίλων ο Θαυματουργός Επίσκοπος Καρπασίας της Κύπρου
Οσίες Ξένη και οι δύο θεραπαινίδες της, Άγιοι Βαβύλας ο εν Σικελία και Αγάπιος και Τιμόθεος οι μαθητές του, Όσιος Νεόφυτος ο έγκλειστος που ασκήτευσε στην Κύπρο, Όσιος Φίλων ο Θαυματουργός Επίσκοπος Καρπασίας της Κύπρου

ΙΑΝΟΥΑΡΙΟΥ
2018


Εικονοστάσι

24 Ιανουαρίου 2018


Εβδομαδιαίο Νηστειοδρόμιο


21 Ιανουαρίου 2018
Επιτρέπονται όλες οι τροφές
22 Ιανουαρίου 2018
Επιτρέπονται όλες οι τροφές
23 Ιανουαρίου 2018
Επιτρέπονται όλες οι τροφές
24 Ιανουαρίου 2018
Νηστεία
25 Ιανουαρίου 2018
Επιτρέπονται όλες οι τροφές
26 Ιανουαρίου 2018
Νηστεία
27 Ιανουαρίου 2018
Επιτρέπονται όλες οι τροφές

Προηγούμενη εβδομάδα
Αρχική εβδομάδα
Επόμενη εβδομάδα