Ορθόδοξος Συναξαριστής Ορθόδοξος Συναξαριστής



Κυρίως επιλογές

Ενδιαφέροντα κείμενα

IC XC ΝΙΚΑ

IC XC ΝΙΚΑ
Τῇ ὑπερμάχῷ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια, ἀναγράφω σοι ἡ πόλις σου, Θεοτόκε· ἀλλ' ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον, ἵνα κράζω σοί· Χαῖρε Νύμφη ἀνύμφευτε.




Τυπικὸν τῆς Μεγάλης τοῦ Χριστοῦ Έκκλησίας




Το Οικουμενικό Πατριαρχείο για το τρέχον δεν έχει ολοκληρώσει την καταχώρηση του τυπικού γι’ αυτό ενδέχεται κάποιες μελλοντικές ημερομηνίες να μην φέρνουν αποτελέσματα.


27η Mαΐου 2018

 ΚΥΡΙΑΚΗ: Η΄ ΑΠΟ ΤΟΥ ΠΑΣΧΑ, ἐν ᾗ τήν Ἁγίαν ΠΕΝΤΗΚΟΣΤΗΝ ἑορτάζομεν. Τοῦ Ἁγίου ἐνδόξου Ἱερομάρτυρος Ἑλλαδίου καί τοῦ Ὁσίου Πατρός ἡμῶν Ἰωάννου τοῦ Ῥώσσου.
 

 

Πατριαρχική καί Συνοδική Θ. Λειτουργία.

Τῷ Σαββάτῳ ἑσπέρας: Θ΄ ΩΡΑ

Ἀπολυτίκιον: «Ὁ βάθει σοφίας...».

Κοντάκιον: «Μετά τῶν ἁγίων...».

Ἀπόλυσις: Μικρά.

ΕΣΠΕΡΙΝΟΣ

Προοιμιακός.

Εἰς τό· «Κύριε, ἐκέκραξα...» ἱστῶμεν Στίχους ι΄.

Ἑσπέρια: 1.– Τά 3 Στιχηρά Ἰδιόμελα τῆς Ἑορτῆς· «Πεντηκοστήν ἑορτάζομεν... – Γλώσσαις ἀλλογενῶν... – Πάντα χορηγεῖ...», τό πρῶτον δίς καί 2.– Τά ἕτερα 5 Στιχηρά Ἰδιόμελα· «Εἴδομεν τό φῶς... – Ἐν τοῖς Προφήταις ἀνήγγειλας... – Ἐν ταῖς αὐλαῖς σου ὑμνήσω σε... – Ἐν ταῖς αὐλαῖς σου, Κύριε... – Τριάδα ὁμοούσιον...», τό πρῶτον δίς.

Δόξα, Καί νῦν: Τό Ἰδιόμελον τῆς Ἑορτῆς· «Δεῦτε λαοί...».

Εἴσοδος: «Φῶς ἱλαρόν...». Τό Προκείμενον τῆς ἡμέρας καί τά Ἀναγνώσματα.

Ἀπόστιχα: Τά 3 Στιχηρά Ἰδιόμελα τῆς Ἑορτῆς· «Ἀγνοοῦντα τά ἔθνη, Κύριε... – Κύριε τοῦ ἁγίου Πνεύματος ἡ ἐπιφοίτησις... – Βασιλεῦ οὐράνιε...», μετά τῶν πρό αὐτῶν στίχων εἰς τά δύο τελευταῖα: α΄.– «Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί Πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου». β΄.– «Μή ἀποῤῥίψῃς με ἀπό τοῦ προσώπου σου καί τό Πνεῦμα σου τό ἅγιον μή ἀντανέλῃς ἀπ’ ἐμοῦ».

Δόξα, Καί νῦν: Τό Ἰδιόμελον αὐτῶν· «Γλῶσσαί ποτε συνεχύθησαν...».

Τρισάγιον.

Ἀπολυτίκιον: Τῆς Ἑορτῆς· «Εὐλογητός εἶ...», τρίς.

Ἀπόλυσις: «Ὁ ἐν εἴδει πυρίνων γλωσσῶν οὐρανόθεν καταπέμψας τό πανάγιον Πνεῦμα, ἐπί τούς ἁγίους αὐτοῦ μαθητάς καί Ἀποστόλους, Χριστός ὁ ἀληθινός Θεός ἡμῶν...».

Τῇ Κυριακῇ πρωΐ: ΜΕΣΟΝΥΚΤΙΚΟΝ

Μετά τό· «Εὐλογητός...» εὐθύς Τρισάγιον, ὁ Ν΄ Ψαλμός, διά τήν Λιτήν Στιχηρά Ἰδιόμελα τῆς Ἑορτῆς· «Ἐν τοῖς Προφήταις ἀνήγγειλας ὑ­μῖν...» κτλ. μετά τοῦ Δόξα, Καί νῦν αὐτῶν. Τρισάγιον καί τό Ἀπολυτίκιον τῆς Ἑορτῆς· «Εὐλογητός εἶ...».

ΟΡΘΡΟΣ

Ἑξάψαλμος.

Εἰς τό· «Θεός Κύριος...».

Ἀπολυτίκιον: Τῆς Ἑορτῆς· «Εὐλογητός εἶ...», τρίς.

Καθίσματα: Τῆς Ἑορτῆς τῆς α΄ καί β΄ Στιχολογίας καί τό μετά τόν Πολυέλεον, ἅπαντα ἐκ δευτέρου.

Ἀναβαθμοί: Τό α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου· «Ἐκ νεότητός μου...».

Προκείμενον: «Τό Πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ».

Στίχος: «Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου».

Εὐαγγέλιον Ὄρθρου: Τῆς Ἑορτῆς· «Οὔσης ὀψίας...», μέχρι τοῦ· «... ἄν τινων κρατῆτε κεκράτηνται» (Ἰω. κ΄ 19-23), τό Θ΄ Ἑωθινόν.

Ὁ Ν΄ Ψαλμός: (Χῦμα). Δόξα· «Ταῖς τῶν Ἀποστόλων...». Καί νῦν· «Ταῖς τῆς Θεοτόκου...» καί τό Ἰδιόμελον· «Βασιλεῦ οὐράνιε...».

Κανόνες: Οἱ δύο τῆς Ἑορτῆς· «Πόντῳ ἐκάλυψε...» καί· «Θείῳ καλυφθείς...» μετά τῶν Εἱρμῶν αὐτῶν, ἄνευ στίχου καί εἰς τά δύο τελευταῖα Δόξα, Καί νῦν, ἀμφότεροι εἰς 4.

Ἀπό γ΄ ᾨδῆς·

Μεσῴδιον Κάθισμα: Τῆς Ἑορτῆς· «Οἱ τοῦ Σωτῆρος ἐρασταί...», ἅπαξ.

Ἀφ’ ς΄ ᾨδῆς·

Κοντάκιον – Οἶκος: Τῆς Ἑορτῆς.

Συναξάριον: Τῆς ἡμέρας καί τό Ὑπόμνημα τοῦ Πεντηκοσταρίου.

Καταβασίαι: Οἱ Εἱρμοί ἀμφοτέρων τῶν Κανόνων· «Πόντῳ ἐκάλυψε...» καί· «Θείῳ καλυφθείς...» (ἴδε ὑποσημ. 2).

Ἡ Τιμιωτέρα: Οὐ στιχολογεῖται, ἀντ’ αὐτῆς ἡ θ΄ ᾨδή ἀμφοτέρων τῶν Κανόνων τῆς Ἑορτῆς, ἄνευ στίχων καί εἰς τά δύο τελευταῖα Δόξα, Καί νῦν, ἀμφότεροι εἰς 4.

Εἱρμοί θ΄ ᾨδῆς: «Μή τῆς φθορᾶς...» καί· «Χαίροις, Ἄνασσα...».

Ἐξαποστειλάρια: Τῆς Ἑορτῆς· «Τό πανάγιον Πνεῦμα...», δίς καί· «Φῶς ὁ Πατήρ...», ἅπαξ.

Εἰς τούς Αἴνους ἱστῶμεν Στίχους δ΄.

Αἶνοι: Τά 3 Στιχηρά Ἰδιόμελα τῆς Ἑορτῆς· «Παράδοξα σήμερον... – Τό Πνεῦμα τό ἅγιον, ἦν μέν ἀεί... – Τό Πνεῦμα τό ἅγιον, φῶς καί ζωή...», τό πρῶτον δίς.

Δόξα, Καί νῦν: Τό Ἰδιόμελον αὐτῶν· «Βασιλεῦ οὐράνιε...».

Δοξολογία: Μεγάλη.

         «Εὐλογητός εἶ...». 

ΕΙΣ ΤΗΝ Θ. ΛΕΙΤΟΥΡΓΙΑΝ

Ἀντίφωνα: Τῆς Ἑορτῆς.

Ἀντίφωνον α΄.

Ἦχος β΄.

«Οἱ Οὐρανοί διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δέ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, καί νύξ νυκτί ἀναγγέλλει γνῶ­σιν.

Οὐκ εἰσί λαλιαί οὐδέ λόγοι, ὧν οὐχί ἀκούονται αἱ φωναί αὐτῶν.

Εἰς πᾶσαν τήν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καί εἰς τά πέρατα τῆς οἰκουμένης

τά ῥήματα αὐτῶν.

Δόξα...Καί νῦν...».                                              

Ἀντίφωνον β΄.

Ἦχος ὁ αὐτός.

«Ἐπακοῦσαί σου Κύριος ἐν ἡμέρᾳ θλίψεως,ὑπερασπίσαί σου τό ὄνομα τοῦ Θεοῦ Ἰακώβ.

Ἐξαποστεῖλαί σοι βοήθειαν ἐξ ἁγίου, καί ἐκ Σιών ἀντιλάβοιτό σου.

Μνησθείη πάσης θυσίας σου, καί τό ὁλοκαύτωμά σου πιανάτω.

Δόξα...Καί νῦν...Ὁ Μονογενής Υἱός...».              

Ἀντίφωνον γ΄.

Ἦχος πλ. δ΄.

«Κύριε, ἐν τῇ δυνάμει σου εὐ­φρανθή­σεται ὁ Βασιλεύς,καί ἐπί τῷ σωτηρίῳ σου

ἀγαλλιάσεται σφόδρα.

Τήν ἐπιθυμίαν τῆς καρδίας αὐ­τοῦ ἔ­δωκας αὐτῷ καί τήν θέλησιν τῶν χειλέων

αὐτοῦ
οὐκ ἐστέρησας αὐτόν.

Ὅτι προέφθασας αὐτόν ἐν εὐλογίαις χρηστότητος, ἔθηκας ἐπί τήν κεφαλήν αὐτοῦ

στέφανον ἐκ λίθου τιμίου.

Ζωήν ᾐτήσατό σε, καί ἔδωκας αὐτῷ μακρότητα ἡμερῶν εἰς αἰῶνα

αἰῶνος».      

Εἴσοδος.

Εἰσοδικόν, Ἦχος β΄: «Ὑψώθητι, Κύριε, ἐν τῇ δυνάμει σου, ᾄσωμεν καί ψαλοῦμεν τάς δυναστείας σου. Σῶσον ἡμᾶς, Παράκλητε ἀγαθέ, ψάλλοντάς σοι, Ἀλληλούια».

Μετά τήν Εἴσοδον.

Ἀπολυτίκιον: Τῆς Ἑορτῆς· «Εὐλογητός εἶ...».

Κοντάκιον: Ὁμοίως· «Ὅτε καταβάς...».

Ἀντί τοῦ Τρισαγίου: «Ὅσοι εἰς Χριστόν...».

Ἀπόστολος: Τῆς Ἑορτῆς· «Ἐν τῷ συμπληροῦσθαι τήν ἡμέραν...» (Πράξ. β΄ 1-11).

Εὐαγγέλιον: Ὁμοίως· «Τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς...» (Ἰω. ζ΄ 37-52).

Εἰς τό Ἐξαιρέτως: «Μή τῆς φθορᾶς...».

Κοινωνικόν: «Τό Πνεῦμα σου τό ἀγαθόν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἀλληλούια».

«Εὐλογητός εἶ...» κτλ.

Ἀπόλυσις: Ἡ τοῦ Ἑσπερινοῦ. 

Ἐν συνεχείᾳ ἡ Ἀκολουθία τοῦ Μεγάλου Ἑσπερινοῦ
τῆς Γονυκλισίας, ὡς ἕπεται.

Μετά τήν Ἀπόλυσιν ὁ Μ. Ἀρχιδιάκονος ἐκφωνεῖ τό· «Εὐλόγησον, Δέσποτα», καί ὁ Πατριάρχης ἀπό τοῦ Θρόνου· «Εὐλογητός ὁ Θεός...». Ὁ Προοιμιακός. Πρός τό τέλος τοῦ Προοιμιακοῦ ὁ Μ. Ἀρχιδιάκονος ποιήσας σχῆμα τῷ Πατριάρχῃ καί ἐλθών πρό τῆς Ὡραίας Πύλης ἐκφωνεῖ τήν μεγάλην Συναπτήν τῆς Πεντηκοστῆς. Μετά τήν ἐκφώνησιν τῆς μεγάλης Συναπτῆς ὁ Μ. Ἀρχιδιάκονος ἔρχεται εἰς τό μέσον τοῦ Σολέα, πλησίον δέ αὐτοῦ ἔρχεται ὁ Δευτερεύων μετά τοῦ Τριτεύοντος, ποιοῦσι σύντρεις σχῆμα καί ὁ μέν Μ. Ἀρχιδιάκονος λαμβάνει τήν θέσιν αὐτοῦ κάτω δεξιά τοῦ Θρόνου, οἱ δέ Διάκονοι (Δευτερεύων καί Τριτεύων) εἰσέρχονται εἰς τό Ἱερόν Βῆμα καί λαβόντες θυμιατά ἐξέρχονται εἰς τό· «Κατευθυνθήτω...», ἵνα θυμιάσωσι.

Εἰς τό τελευταῖον προσόμοιον οἱ Διάκονοι ποιοῦσι σχῆμα τῷ Πατριάρχῃ ἀνά δύο καί εἰσέρχονται εἰς τό Ἱερόν Βῆμα διά τήν Εἴσοδον.

Ὁ Διάκονος τῆς Σειρᾶς μετά δικήρου, ὁ Τριτεύων μετά δικήρου, ὁ Δευτερεύων μετά δικηροτρικήρων, ὁ Μ. Ἀρχιδιάκονος μετά θυμιατοῦ καί οἱ Ἱερεῖς πορεύονται πρός τόν Σολέα.

Ὁ Δευτερεύων καί ὁ Τριτεύων λαμβάνουσι θέσιν δεξιά τοῦ Θρόνου, ὁ Διάκονος τῆς Σειρᾶς ἀριστερά καί οἱ Ἱερεῖς πλησίον αὐτοῦ.

Ὁ Μ. Ἀρχιδιάκονος ἀπέναντι τοῦ Θρόνου θυμιᾷ καί ἐκφωνεῖ· «Σοφία· ὀρθοί», καί λαμβάνει θέσιν εἰς τήν σειράν τῶν Ἱερέων. «Φῶς ἱλαρόν...».

Εἰς τήν τελευταίαν λέξιν τοῦ· «Φῶς ἱλαρόν...» κατέρχεται ὁ Πατριάρχης εἰς τήν τελευταίαν βαθμίδα τοῦ Θρόνου, λαμβάνει παρά τοῦ Δευτερεύοντος τά δικηροτρίκηρα καί μετά τήν ἐκφώνησιν ὑπό τοῦ Δευτερεύοντος· «Ἑσπέρας, Προκείμενον», ἄρχεται ἀμέσως ψάλλειν τό· «Τίς Θεός μέγας...» καί εἰσέρχεται εἰς τό Ἱερόν Βῆμα.

Ψαλλομένου ὑπό τοῦ Ἀριστεροῦ Χοροῦ διά τρίτην καί τελευταίαν φοράν τοῦ Προκειμένου οἱ τέσσαρες Διάκονοι μετά τῶν δικηροτρικήρων αὐτῶν ἵστανται πρό τῆς Ὡραίας Πύλης· περατωθέντος δέ τοῦ τρίτου Προκειμένου ἐκφωνεῖ ὁ Μ. Ἀρχιδιάκονος· «Ἔτι καί ἔτι, κλίναντες τά γόνατα, τοῦ Κυρίου δεηθῶμεν».

Ὁ Πατριάρχης ἀναγινώσκει τάς εὐχάς· «Ἄχραντε, ἀμίαντε, ἄναρχε, ἀόρατε...». «Εὐλογητός εἶ, Κύριε, Δέσποτα Παντοκράτορ...».

Εἰς τό τέλος τῆς εὐχῆς ταύτης ὁ Μ. Ἀρχιδιάκονος· «Ἀντιλαβοῦ, σῶσον, ἐλέησον, ἀνάστησον καί διαφύλαξον ἡμᾶς ὁ Θεός, τῇ σῇ χάριτι». «Τῆς Παναγίας ἀχράντου...». Ἐκφώνησις ὑπό τοῦ Πατριάρχου· «Σόν γάρ ἐστιν τό ἐλεεῖν καί σῴζειν ἡμᾶς...». Ἡ Ἐκτενής, ὑπό τοῦ Μ. Ἀρχιδιακόνου.

Ὁ Δευτερεύων· «Ἔτι καί ἔτι, κλίναντες τά γόνατα, τοῦ Κυρίου δεη­θῶμεν» καί ὁ Πατριάρχης ἐπεύχεται· «Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός ἡμῶν...». «Κύριε, Κύριε, ὁ ῥυσάμενος ἡμᾶς ἀπό παντός βέλους...». Ὁ Δευτερεύων· «Ἀντιλαβοῦ, σῶσον, ἐλέησον, ἀνάστησον καί διαφύλαξον ἡμᾶς ὁ Θεός, τῇ σῇ χάριτι». «Τῆς Παναγίας ἀχράντου...». Ὁ Πατριάρχης· «Εὐδοκίᾳ καί χάριτι τοῦ μονογενοῦς σου Υἱοῦ...». «Καταξίωσον...».

Ὁ Τριτεύων· «Ἔτι καί ἔτι, κλίναντες τά γόνατα, τοῦ Κυρίου δεηθῶ­μεν». Ὁ Πατριάρχης· τάς τρεῖς τελευταίας εὐχάς· «Ἡ ἀενάως βρύουσα ζωτική καί φωτιστική πηγή...». «Ὁ Θεός ὁ μέγας καί αἰώνιος...». «Ὁ Θεός ὁ μέγας καί ὕψιστος...». Ὁ Τριτεύων·  «Ἀντιλαβοῦ, σῶσον, ἐλέησον, ἀνάστησον καί διαφύλαξον ἡμᾶς ὁ Θεός, τῇ σῇ χάριτι». «Τῆς Παναγίας ἀχράντου...». Ὁ Πατριάρχης· «Σύ γάρ εἶ ἡ ἀνάπαυσις, τῶν ψυχῶν καί τῶν σωμάτων ἡμῶν...».

Ὁ Διάκονος τῆς Σειρᾶς τά· «Πληρωτικά». Ὁ Πατριάρχης· «Εἰρήνη πᾶσι». Ὁ Διάκονος τῆς Σειρᾶς· «Τάς κεφαλάς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν». Ὁ Πατριάρχης· «Εἴη τό κράτος τῆς βασιλείας σου εὐλογημένον...».

Εἰς τήν ἀρχήν τῶν Ἀποστίχων ὁ Πατριάρχης ἐξέρχεται καί ἀνέρχεται εἰς τόν Θρόνον, διά τήν Ἀπόλυσιν.

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Προοιμιακός.

Εἰς τό· «Κύριε, ἐκέκραξα...» ἱστῶμεν Στίχους ς΄.

Ἑσπέρια: Τά 3 Στιχηρά Ἰδιόμελα τῆς Ἑορτῆς· Παράδοξα σήμερον... – Τό Πνεῦμα τό ἅγιον ἦν μέν ἀεί... – Τό Πνεῦμα τό ἅγιον, φῶς καί ζωή...», ἅπαντα ἐκ δευτέρου.

Δόξα, Καί νῦν: Τό Ἰδιόμελον τῆς Ἑορτῆς· «Βασιλεῦ οὐράνιε...».

Εἴσοδος: «Φῶς ἱλαρόν...». Τό μέγα Προκείμενον· «Τίς Θεός μέγας...», μετά τῶν πρό αὐτοῦ στίχων, ὡς ἐν τῷ Πεντηκοσταρίῳ καί αἱ εὐ­χαί τῆς Γονυκλισίας.

Ἀπόστιχα: Τά 3 Στιχηρά Ἰδιόμελα τῆς Ἑορτῆς· «Νῦν εἰς σημεῖον τοῖς πᾶσιν... – Νῦν τό Παράκλητον Πνεῦμα... – Νῦν περιβάλλονται κράτος...», μετά τῶν πρό αὐτῶν στίχων εἰς τά δύο τελευταῖα: α΄.– «Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί Πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου». β΄.– «Μή ἀποῤῥίψῃς με ἀπό τοῦ προσώπου σου καί τό Πνεῦμα σου τό ἅγιον μή ἀντανέλῃς ἀπ’ ἐμοῦ».

Δόξα, Καί νῦν: Τό Ἰδιόμελον αὐτῶν· «Δεῦτε λαοί...».

Τρισάγιον.

Ἀπολυτίκιον: Τῆς Ἑορτῆς· «Εὐλογητός εἶ...», τρίς.

Ἀπόλυσις: «Ὁ ἐκ τῶν πατρικῶν κόλπων...» ἀπαραλλάκτως, ὡς ἀναγράφεται ἐν τῷ Πεντηκοσταρίῳ καί ἐν τῷ Ἱερατικῷ.

Τήν ἑβδομάδα ταύτην γίνεται κατάλυσις εἰς πάντα.
 





Θέλετε να μοιραστείτε αυτό το άρθρο;
  1. E-mail
  2. Μοιραστείτε το στο Facebook
  3. Μοιραστείτε το στο Twitter





Ημερολόγιο

27ΚΥΡΙΑΚΗ
ΑΝΑΤ. 05:43ΔΥΣΗ 19:07
147-218
Κυριακή της Πεντηκοστής, Άγιος Ελλάδιος, Άγιος Θεράπων, Όσιος Ιωάννης ο Ρώσος
Κυριακή της Πεντηκοστής, Άγιος Ελλάδιος, Άγιος Θεράπων, Όσιος Ιωάννης ο Ρώσος

ΜΑΪΟΥ
2018


Εικονοστάσι

27 Μαΐου 2018


Εβδομαδιαίο Νηστειοδρόμιο


27 Μαΐου 2018
Επιτρέπονται όλες οι τροφές
28 Μαΐου 2018
Επιτρέπονται όλες οι τροφές
29 Μαΐου 2018
Επιτρέπονται όλες οι τροφές
30 Μαΐου 2018
Επιτρέπονται όλες οι τροφές
31 Μαΐου 2018
Επιτρέπονται όλες οι τροφές
1 Ιουνίου 2018
Επιτρέπονται όλες οι τροφές
2 Ιουνίου 2018
Επιτρέπονται όλες οι τροφές

Προηγούμενη εβδομάδα
Αρχική εβδομάδα
Επόμενη εβδομάδα